no image
DDbDP-text
Demande de παράθεσις via HGV-meta
Linked by Trismegistos ID
TM 11297.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαξιμίνου τοῦ ἐπιφανεστάτου Καίσαρος ἀντίγραφον παρὰ Αὐρηλίας Ταπαϊτος Πατερμουθίου μητρὸς Θαϊσᾶτος ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος· ἠγόρασα κατὰ δημόσιον χρηματισμὸν γεγονότα ἐνθάδε ἐν Ἀρσινοίτῃ τῇ ἐνεστώσῃ ἡμέρᾳ ἐν τῇ αὐτῇ κώμῃ Φιλαδελφίᾳ οἰκίδιον μικρὸν μονόστεγον καὶ αὐλὴν τιμῆς ἀργυρίου ταλάντου ἑνὸς καὶ παρὰ Αὐρηλίων Γούνθου καὶ Αταρι χωρὶς κυρίου χρηματιζούσης τέκνων δικαίῳ καὶ μετὰ κυρίου τοῦ ἀνδρὸς αὐτῆς Αὐρηλίου Νεμεσίωνος Ἰουλίου μητρὸς Θεοδώρας καὶ Ταύητος καὶ Σαμβαθοῦτος ἀφηλίκων τῶν δύο μετὰ κυρίου τοῦ προκιμένου αὐτῶν ἀδελφοῦἀδλφοῦ Αὐρηλίου Γούνθου τῶν πέντε τέκνων Παπνουθίου μητρὸς Τανίλλας τῶν πάντων ἀπὸ κώμης Α τῆς Ἡρακλείδου μερίδος μὴ ἀπογεγραμμένων· διὸ ἐπι δίδωμι εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἴσῳ τοῦ χρηματισμοῦ Αὐρ vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.