no image
DDbDP-text
Request for Parathesis via HGV-meta
Linked by Trismegistos ID
TM 12292.
Each record below describes this same ancient text from a different angle.
Αὐρηλίῳ Ὡρίωνι βουλευτῇ βιβλιοφύλακι ἐγκτήσεων Ἀρσινοίτου παρὰ Αὐρηλίας Ταπάιτος Παπνούθιος μητρὸς Θαισᾶτος ἀπὸ κώμης Φιλαδελφίας τῆς Ἡρακλείδου μερίδος χωρὶς κυρίου χρηματίζουσα κατὰ τὰ Ῥωμαίων ἔθη τέκνων δικαίῳ. ἠγόρασα ν γεγονότος ἐνθάδε ἐν Ἀρσινοίτῃ τῇ ἐνεστώσῃ ἡμέρᾳ ἐν τῇ αὐτῇ κώμῃ Φιλαδελφίᾳ οἰκίδιον μονόστεγον μετὰ τοῦ ἐνόντος μυλαίου ἐν ᾧ ὕπαυλις καταπεπτωκυῖα τιμῆς ἀργυρίου δραχμῶνδραχμας τρισχιλίων γίνονται δραχμαὶ τρισχίλιαι παρὰ Αὐρηλίου Τίτου Οὐαλερίου Γαιανοῦ Τίτου Οὐαλερίου Σατριανοῦ τοῦ καὶ Σερήνου μητρὸς Ἰουλίας Ἀντινοέους καὶ ὡς χρηματίζει μὴ ἀπογεγραμμένου. διὸ ἐπιδίδωμιἐπιδίδωμει εἰς τὸ τὴν παράθεσιν γενέσθαι ἀκολούθως ᾧ παρεθέμην ἴσῳεἴσῳ τοῦ χρηματισ μοῦ τῆς πράσεως. ὁπόταν γὰρ τὴν ἀπογραφὴν αὐτοῦ ποιῶμαι, ἀποδείξωἀποδίξω ὡς ὑπάρχει καί ἐστι καθαρὸν μηδενὶ κρατούμενον, εἰ δὲ φανείηφανίη ἑτέρῳ προσῆκονπροσηκω ἢ προκατεσχημένονπροκατεσχημενω τὸ οἰκίδιον διὰ τοῦ βιβλιοφυλακίου, μὴ ἔσεσθαιἔσσεσθαι ἐμπόδιον ἐκ τῆσδε τῆς παραθέσεως. Αὐρήλιος Ὡρίων βουλευτὴς βιβλιοφύλαξ ἐγκτήσεων Ἀρσινοίτου vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.