no image
DDbDP-text
Vertrag mit einer Amme (τροφῖτις), Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18548.
Each record below describes this same ancient text from a different angle.
κόλλημα Πρωτάρχωι παρὰ Ἰσιδώρας τῆς Κομ μετὰ κυρίου τοῦ ἀδελφοῦ Εὐτυχίδου τοῦ Κομ καὶ παρὰ Διδύμης τῆς Ἀπολλωνίου Περσείνης μετὰ κυρίου τοῦ ἀδελφοῦ Ἰσχυρίωνος τοῦ Ἀπολλωνίου. περὶ τῶν διεσταμένων συνχωρεῖ ἡ Διδύμη τροφεύσειν καὶ θηλάσειν ἔξω παρʼ ἑαυτῆι κατὰ πόλιν τῶι ἰδίωι αὐτῆς γάλακτι καθαρῶι καὶ ἀφθόρωι ἐπὶ χρόνον μῆνας δεκαὲξ ἀπὸ Φαρ μοῦθι τοῦ ἐνεστῶτος ἑπτακαιδεκάτου ἔτους Καίσαρος ὃ ἐγδέδοται αὐτῇ ἡ Ἰσιδώρα δουλικὸν αὐτῆς παιδίον ἀναίρετον ὑποτίτθιον ὧι ὄνομα λαμβάνουσα παρʼ αὐτῆς Ἰσιδώρας μισθὸν τοῦ τε γάλακτος καὶ τῆς τροφείας κατὰ μῆνα ἕκαστον ἀργυρίου δραχμὰς δέκα καὶ ἐλαίου κοτύλας δύο , οἷς εὐτα κτουμένην αὐτὴν ποιεῖσθαι τήν τε ἑαυτῆςἑατῆς καὶ τοῦ παιδίου ἐπιμέλειανἐπιμέληαν μὴ φθείρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν μηδʼ ἕτερον παραθηλάζουσαν παιδίον, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇ τῶν τούτου ταῦτα σῶα συν τηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίσεινἐκτείσειν τὴν ἑκάστου ἀξίαν πλὴν συνφανοῦς ἀπωλείας, ἧς καὶ φανερᾶς γενηθείσηςγενηθίσης ἀπολελύσθω. αὐτόθεν δὲ ἀπέσχηκενδʼ ἀπέσχηκεν ἡ Διδύμη παρὰ τῆς Ἰσιδώρας διὰ χειρὸς ἐξ οἴκου δραχμὰς λ καὶ ἔλαιον τῶν πρώτων μηνῶν τριῶν τοῦ τε Φαρμοῦθι καὶ Παχὼν καὶ Παῦνι καὶ μὴ ἐκλίπεινἐγλείπειν τὴν τροφείαν ἐντὸς τοῦ χρόνου, ἐὰν δέ τι παραβαίνῃ ἐκτίνεινἐκτίνιν αὐτὴν ἅ τε εἴληφεν τροφεῖα καὶ ἃ ἐὰν προσλάβῃ σὺν ἡμιολίαι καὶ τὰ βλάβη καὶ δαπανήματα, ἐκτίσειν δʼ ἔτι δραχμὰς πεντακοσίας καὶ τὸ ὡρισμένον πρόστιμον, τῆς πράξεως γεινομένης τῇ Ἰσιδώρᾳ ἔκ τε αὐτῆς Διδύμης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῆς πάντων καθάπερ ἐκἐγ δίκης, ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκῃἐπενένκῃ πίστεων πασῶν σκέπης πάσης, ἕκαστα δὲ αὐτῆς ἐπιτελούσης καὶ τὴν Ἰσιδώραν χορηγήσειν αὐτῇ τὰ κατὰ μῆνα τροφεῖα ὡς πρόκειται ἐπὶ τοὺς λοιποὺς μῆνας δεκατρεῖς καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ καὶ αὐτὴν ἐκτίνεινἐκτίνιν τὸ ἴσον ἐπίτιμον· παραβαλεῖ δὲ ἡ Διδύμη πρὸς τὴν Ἰσιδώραν κατὰ μῆνα ἕκαστον ἀεὶ διὰ ἡμερῶν τεσσάρων ἄγουσα καὶ τὸ παιδίον πρὸς τὸ ἐπιθεωρεῖσθαι ὑπʼ αὐτῆς. ἀξιοῦμεν Ἰσιδώρα συνχωρῶ κατὰ τὰ προγεγραμμένα Εὐτυχίδης ἐπιγέγραμμαι κύριος τῆς ἀδελφῆς καὶ γέγραφα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίαςἰδυίας Διδύμη συνχωρῶ κατὰ τὰ προγεγραμμένα Ἰσχυρίων ἐπιγέγραμμαι τῆς ἀδελφ ῆς μου κύριος καὶ γέγραφα ὑπὲρ αὐτῆ ς γράμματαγράματα μὴ εἰδυίας Ἰσιδώραςἰδιω ἔτους ιζ ΚαίσαροςἸσιδώρας ἔτους ιζ ΚαίσαροςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.