no image
DDbDP-text
Aufhebung der Kinderpflege, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18552.
Each record below describes this same ancient text from a different angle.
Ἀρτεμιδώρωι ἀρχιδικαστῆι καὶ πρὸς τῆι ἐ πιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλ λων κριτηρίων παρὰ Εἰρήνης τῆς Τρύφωνος μετὰ κυρίου Διονυσίου τοῦ Διονυσίου καὶ παρὰ Γναίου Ὀκτα ίου Δαμᾶ. περὶ τῆς ἑσταμένης προσα χθῆναι ἀσφαλείας συγχωρεῖσυνχωρῖ ὁ Γναῖος Ὀκτάιος Δαμᾶς ἀπέχειν παρὰ τῆς Εἰρήνης διὰ χειρὸς ἐξ οἴκου τὰ τροφεῖ α τοῦ ὑπʼ αὐτοῦ τετροφημένου τῆς Εἰ ρήνης δουλικοῦ σωματίου ὧι ὄν ομα Ῥενᾶτα, καὶ μήτε αὐτὸς Γναῖος Ὀκτάιος Δαμᾶς μηδʼ ἄλλος ὑπὲρ αὐ τοῦ μηδεὶς ἐπελεύσεσθαι ἐπὶ τὴν Εἰ ρήνην μήτε περὶ τροφείων καὶ ἄλλου τινὸς ἐνγράπτου ἢ ἀγράφου, ἀλλὰ μη δὲ ἐπʼ αὐτὸ τὸ δουλικὸν σωμάτιον ῬενᾶτανῬενατα ἐπελεύσεσθαι, τὸν δὲ καὶ ἐπελευσόμενον αὐτὸς Γναῖος Ὀκτάιος Δαμᾶς ἀποστήσεινἀποστήσιν ἀπὸ τῆς Εἰρήνης τοῖς ἰδίοιςἰδίος δαπανή μασι ἢ, χωρὶς τοῦ κύρια εἶναι τὰ συνκε χωρημένα, ἔτι καὶ εν προσεκτίν εινπροσεκτείνιν αὐτὸνἀτὸν ὅ τʼ εἴληφεν τῶν τρο φείων κεφάλαιον σὺν ἡμιολίᾳ παρα χρῆμα καὶ ἄλλας ἐπιτίμου ἀργυρίου δραχμὰς πεντακοσίας καὶ τὰ βλάβη καὶ δα πανήματα καὶ τὸ ὡρισμένον πρόστιμον καθάπερ ἐκἐγ δίκης· παρείληφεν δὲ ἡ Εἰρήνη παρὰ τοῦ Γναίου τὸ δουλικὸν παιδίον Ῥενᾶταν, ὅ ἐστιν ὡς ἐτῶν τριῶν καὶ μηνῶν ἓξ . ἀξιοῦμεν ἔτους ιε Καίσαρος Τῦβι ϛSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.