no image
DDbDP-text
Vertrag über eine Amme (τροφῖτις), Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18550.
Each record below describes this same ancient text from a different angle.
κόλλημα Πρωτάρχωι παρὰ Θερμουθαρίου τῆς Εἰρηναίου ἀστῆς μετὰ κυρίου Ἑρμίου τοῦ Ἀθηνοδώρου καὶ παρὰ Γαίου Ἰγνατίου Μαξίμου. συνχωρεῖ ὁ Γάιος ἸγνάτιοςἸγναιος Μάξιμος παρασχέσθαι τὴν δούλην αὑτοῦ Χρωτάριον τροφεύουσαν καὶ θηλάζουσαν τῶι ἰδίῳ αὐτῆς γάλακτι καθαρῷ καὶ ἀφθόρωι ἔξω παρʼ ἑαυτῶιἑατῶι Γαίωι κατὰ πόλιν ἐπὶ χρόνον μῆνας δέκα ἀπὸ Ἁθὺρ τοῦ ἐνεστῶτος ἕκτου καὶ εἰκοστοῦ ἔτους Καίσαρος ὃ ἐνκεχείρικεν αὐτῇ Θερμουθάριον τῆς ἀπελευθέρας αὐτῆς Καλλιτύχης παιδίον θῆλυ ᾧ ὄνομα Πωλλαροῦς διὰ τὸ τῆς Καλλιτύχης ἐν ἀσθενείᾳ διατεθείσης διεφθάρθαι τὸ ταύτης γάλα, μισθοῦ τοῦ ἑσταμένου τοῦ τε γάλακτος καὶ τῆς τροφείαςτροφήας σὺν ἐλαίωι κατὰ μῆνα δραχμῶν δέκα , ἔσχηκεν δέ ὁ Γάιος παρὰ τῆς Θερμουθαρίου διὰ χειρὸς ἐξ οἴκου τὰς συναγομένας τῶν ἀπὸ τοῦ Ἁθὺρ ἕως Τῦβι μηνῶν τριῶν τῶν τροφείων δραχμὰς τριάκοντα · εὐτακτούμενον τὸν Γάιον τοῖς ἀπὸ Μεχεὶρ μηνὸς τροφείοις παρέχεσθαι τὴν δούλην ἀπὸ τοῦ νῦν ποιουμένην τήν τε ἑαυτῆς καὶ τοῦ παιδίου ἐπιμέλειαν, μὴ φθείρουσανφθίρουσαν τὸ γάλα μηδʼ ἀνδροκοιτοῦσαν μηδʼ ἐπικυοῦσαν μηδʼ ἄλλο παιδίον παραθηλάζουσαν, ἅ τε ἐὰν λάβῃ ἢ πιστευθῇπιστθῇ σῶα συντηρήσειν καὶ ἀποδώσειν ὅταν ἀπαιτῆται ἢ ἐκτίνεινἐκτίνιν τὴν ἑκάστου ἀξίαν πλὴν συνφανοῦς ἀπωλείας ἧς καὶ φανερᾶς γενηθείσηςγινηθίσης ἀπολελύσθω, καὶ μὴ ἐγλείπειν τὴν τροφείαν ἐντὸς τοῦ χρόνου. ἐὰν δέ τι παραβαίνῃ ἐκτίνεινἐκτίνιν ἑαυτὸν ἅτε εἴληφε τροφεῖα καὶ ἃ ἐὰν λάβῃ σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἀργυρίου δραχμὰς διακοσίας , τῆς πράξεως γεινομένης καθάπερ ἐκἐγ δίκης. καὶ τὴν δὲ Θερμουθάριον ἐπιτελούσης τῆς Χρωταρίου ἕκαστα χορηγεῖν ἀπὸ τοῦ νῦν τὰ κατὰ μῆνα τροφεῖα καὶ μὴ ἀποσπάσειν τὸ παιδίον ἐντὸς τοῦ χρόνου ἢ καὶ αὐτὴν ἔνοχον εἶναιἶναι τῷ ἴσῳ ἐπιτίμωιπροστίμωι. παραβαλεῖ δὲ ἡ Χρωτάριον σὺν τῷ παιδίῳ πρὸς τὴν Θερμουθάριον τοῦ μηνὸς ς. ἀξιοῦμεν. ἔτους κϛ Καίσαρος Ἁθὺρ ηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.