no image
DDbDP-text
Σελεύκωι συγγενεῖ καὶ στρατηγῶι καὶ ἐπὶ τῶν προσόδων παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου Μακεδόνος τῶν κατοίκων ἱππέων. τῆι νυκτὶ τῆι φερούσηι εἰς τὴν ιθ τοῦ ἐνεστῶτος μηνὸς Παῦνι ἐπιβαλόντες οἱ ἐκ τῆς ἐφοδείας κώμης Τέκμι σὺν τοῖς τῆς κώμης ὀνηλάταις ἐπὶ τὸν ὑπάρχοντα φηι τῶι ἀδελφῶι μου περὶ Μ κλῆρον ἀπηλλάγησαν ἔχοντεςἔχωντες λῃστρικῶς χόρτου γόμους κ, ὅθεν κατὰ πόδα αὐτῶν γενηθέντες μέχρι τοῦ κατασταθῆναι εἰς χορτοθήκην ἐν κώμηι Τέκμι. ἀξιῶ ἐὰν φαίνηται συντάξαι καταστῆσαι αὐτοὺς ἐπὶ σὲ καὶ περὶ αὐτῶν διαλαβεῖν μισοπονήρωςμεισοπονήρως πρὸς ἐπίστασιν ἑτέρων, ἐμοὶ δὲ ἀποδοῦναι τὸν χόρτον ἢ τὴν τιμήν, ἵνʼ ὦ τετευχὼς τῆς παρὰ σοῦ βοηθείας. εὐτύχει κατασταθῆναι ἔτους λ καὶ α Παῦνι κSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.