no image
DDbDP-text
Λεωνίδης Λεωνίδου τοῖς παρʼ Ἡλιοδώρου τοῦ συγγενοῦς καὶ στρατηγοῦ καὶ ἐπὶ τῶν προσόδων τοῦ Ἡρακλεοπολίτου χαίρειν. ἀνακεκόμικά σοι ἐγώ τε καὶ Νικήφορος καὶ Ζώσιμος ὁ παρὰ παρὰ Νουμηνίου τοῦ συγγενοῦς καὶ διοικητοῦ καὶ πρὸς τῶι ἰδίωι λόγωι ἰδιόγραφον ἐπιστολῆς, ὅπως ἀποκατασταθῆι αὐτῆι τὰ διʼ ὑμῶν ηγμένα· ὁμολογῶ ἀπεσχηκέναι σὺν τῆι δεῖνι τά τε ὀνικὰ καὶ ἱππικὰ καὶ βοικὰ κτήνη ἐκ πλήρους, ἔτι δὲ καὶ την τὰς ε παλαιᾶς ὀλύρας καὶ κριθῆς καὶ τὰ ἄλλατἆλλα τε. καὶ παρεξόμεθά σοι τὰ ὑπὸ τῆς προιεμένης περὶ τῶν αὐτῶν καὶ περὶ τοῦ μηδένα λόγον λείπεσθαι πρὸς σὲ πρὸς ὑμᾶς ἅμα δὲ πρὸς Ἡλιόδωρον διὰ τὸ ἀπεσχηκέναι ἡμᾶς, περὶ ὧν σοι καὶ ἑτέραν ἀποχὴν προείμην. καὶ μηδὲν ημ αὐτὴν ἐγκαλεῖν περὶ μηδενὸς ἁπλῶς ἐνγράπτου ἢ ἀγράφου. ἡ ἀποχὴ ἥδε κυρία ὑπογρ Νικηφορ καὶ ποιῆσαι καθὼς πρόκειταιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.