no image
DDbDP-text
εἰς επαρος παρα ποιησαμένου ἀνέλυσαν. τῆι δʼ ἐχομένηι πλείονες μᾶλλον κατήντησαν ἐπὶ τὴν τοῦ νγει πύλην καὶ ἐπεβοῶντο τὰς βασιλίσσας καὶ δυνάμεις. τοῦ δὲ στρατηγοῦ σὺν ΧαιρέαιΧαιρᾶτι τῶι εἰσαγωγεῖ καὶ τοῖς παρεπιδημοῦσιν ἀπʼ Ἀλεξανδρείας καταντήσαντες πάλιν ἔμαθον ἕτερα πλεῖστα ἀδικήματα ὑπὸ τῶν περὶ τὸν Ἑρμαΐσκον εἰς ἕνα καὶ ἕκαστον συντελούμενα. ἐνίσταντοἐνείσταντο δὲ μηδενὸς ἀντιλήμψεσθαι μήτε τῶν ἰδιωτικῶν μήτε τῶν βασιλικῶν, εἰ μὴ τοῦ στρατηγοῦ προσανενεγκόντος ἐπὶ τὰς βασιλίσσας καὶ τὸν διοικητὴν ἀνειρχθῶσι ἀπὸ τοῦ νομοῦ οἱ περὶ τὸν Ἑρμαΐσκον. καὶ τοῦ στρατηγοῦ καὶ τῶν ἄλλων ἐπὶ πλεῖον παρακαλεσάντων καὶ ἀναδεξαμένων τὰ ὑποδεδειγμένα προσανοίσειν, οὕτως ἀνέλυσαν. διʼ ὃ ἀναφέρομεν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.