no image
DDbDP-text
Brief des Tryphon an Asklepiades via HGV-meta
Linked by Trismegistos ID
TM 18659.
Each record below describes this same ancient text from a different angle.
ἔλαβον διω μδ ἔτους ζ Φαμενὼθ ιγ. Τρύφων Ἀσκληπιάδηι τῶι ἀδελφῶι χαίρειν καὶ ὑγιαίνειν. λαβὼν τὸ παρὰ σοῦ γράμμα περὶ τῶν κατὰ τοὺς ἐμφανίζοντας τὰ ὑπάρχοντα τοῦ εὐκλήρου ἀδελφοῦ σου ἡμῶν δὲ φίλου γενομένου Πετεχῶντος οὐδὲν σπουδῆς οὐδὲ κακοπαθίας παρέλιπον, ἕως οὗ ἕκαστα ἐπιγνῶ Νεάρχου τοῦ παιδίου ἐπακολουθοῦντος. ἐπεὶ οὖν σὺν θεοῖς οὐδὲν μὲν προβέβηκεν, ἐξ ἰδίων δὲ γέγονεν ἡ καταρχὴ τοῦ πράγματος χαλκοῦ τριῶν δαπανη θέντων ηθήσεταιδαπανηεκηθήσεται τὸ πρᾶγμα, ὡς ἂν λάβῃς τὸ γράμμα ἐμβαλοῦ τόν τε ὀρφανὸν καὶ τὴν τούτου μητέρα, ἵνα πρὸς μὲν κατάπληξιν τῶν τολμησάντων ἔχωμεν αὐτοὺς ἑτοίμους πρὸς ἐντυχίαν, πρὸς δὲ λύσιν αὐτοὶ πάλιν ἐπακολουθήσωσιν τοῖς ὑφʼ ἡμῶν οἰκονομηθησομένοις. καὶ σεαυτοῦσαυτοῦ ἐπιμελοῦ ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους ζ Μεχεὶρ κθ. τῶι ἀδελφῶι ἈσκληπιάδηιSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.