Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · papyrus

bgu.4.1156

Darlehensurkunde, Alexandrien via HGV-meta

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

The same text in other collections

Linked by Trismegistos ID TM 18606. Each record below describes this same ancient text from a different angle.

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

μα κα — ια Ἀχαιῶι τῶι ἐπὶ τοῦ ἐν τῆι αὐλῆι κριτηρίου παρὰ Γαίου Ἰουλίου Φιλίου καὶ παρὰ Νίλου τοῦ καὶ τῆς τούτου γυναικὸς Ζωίδος τῆς καὶ τοῦ ἀμφοτέρων υἱοῦ Εἰρηναίου τοῦ καὶ Δωροθέου μετὰ κυρίου τῆς Ζωίδος αὐτοῦ τοῦ ἀνδρός. περὶ τῶν διεσταμένων συνχωροῦσιν ὅ τε Νῖλος καὶ Ζωὶς καὶ ἔτι Εἰρηναῖος ἔχειν παρὰ τοῦ Γαίου Φιλίου δάνειον διά τε χειρὸς καὶ διὰ τῆς Κάστορος κολλυβιστικῆς τραπέζης ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν ὀγδοήκοντα ἄτοκον, ὃ καὶ ἀποδώσειν ἐν μησὶν ἓξ ἀπὸ νουμηνίας Μεχεὶρ τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους Καίσαρος, διδόντες καθʼ ἑκάστην ἡμέραν εἰς τὸ προκείμενον κεφάλαιον τὴν ἐπι βάλλουσαν δραχμὴν μίαν εὐτάκτως μηδεμίαν κοιλὴν ποιούμενοι μέχρι τοῦ ἐκπληρωθῆναι τὸν Γάιον Φίλιον ταῖς τοῦ ἀργυρίου δραχμαῖς ἑκατὸν ὀγδοήκοντα , ταῦτα δὲ ποιήσεινποήσειν ἄνευ κρίσεως καὶ πάσης ἀντιλογίας, ἐὰν δέ τινα τῶν καθʼ ἡμέραν δόσεων κοιλάνωσι, εἶναι αὐτοὺς ἀγωγίμους μὴ ἀναμείναντας τὸν μεμερισμένον αὐτοῖς χρόνον καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι τὸ ὅλον κεφάλαιον ἢ τὸ ἐνοφειληθησόμενον σὺν ἡμιολίᾳ παραχρῆμα, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῷ Γαίῳ Φιλίῳ ἔκ τε αὐτῶν τῶν τριῶν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης, καὶ μέχρι τοῦ διευλυτῆσαι μὴ ἐξεῖναιἐξι αὐτοῖς ἐπιφέρειν πίστεις μήτε καταφεύγειν ἐπὶ μηδʼ ἐπʼ ἄσυλον τόπον μηδʼ ἐπὶ πρόσταγμα φιλανθρώπων ἢ ἐργασίας μηδʼ ἐπʼ ἄλλην μηδεμίαν ἁπλῶς σκέπην, ἢ οἷς ἐὰν προσχρήσωνται ἔστωσαν ἄκυρα. ἣν δὲ προσανενηνόχασιν οἱ μὲν δύο τῶν προγεγραμμένων Νῖλος καὶ Ζωὶς σὺν Σαραπίωνι τῷ Σώσου ἑτέραν δανείου συνχώρησιν διὰ τοῦ αὐτοῦ κριτηρίου τῷ Ἁθὺρ τοῦ αὐτοῦ ιε ἔτους εἰς τὸν Γάιον Φίλιον δραχμῶν ἑκατὸν εἴκοσι εἶναι ἄκυρον τ δια ονο κατου καὶ τὸ πρόσω μὴ ἐπελεύσεσθαι ἐπὶ τὸ τῶν τοῦ ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι κεφάλαιον ἑκατὸν ὀγδοήκοντα

Connections

Found at Alexandria

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.
  • Inherited across the Trismegistos spine — a Trismegistos ID names one ancient text, and papyrology splits that text's description across databases: the edition in one, the date and provenance in another, the physical papyrus in a third. Fields tagged via … on this page were read from a sibling record under the same TM number, not asserted by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.