no image
DDbDP-text
Vertrag über ein Darlehn via HGV-meta
Linked by Trismegistos ID
TM 18502.
Each record below describes this same ancient text from a different angle.
κόλλημακολλάσθω Πρωτάρχωι παρὰ Χαιρήμονος τοῦ Ἰσιδώρου καὶ παρὰ Θερμούθιος τῆς Παδάλλου ΠερσίνηςΠερσείνης μετὰ κυρίου τοῦ υἱοῦ Φιλοξένου τοῦ Φιλοξένου καὶ αὐτοῦ Φιλοξένου καὶ ἐγγυωμένου εἰς ἔκτισιν Ἡλιοδώρου τοῦ Κανδάνου ἀμφοτέρων Περσῶν τῆς ἐπιγονῆς περὶ τῶν διεσταμένων. συνχωροῦσιν Θερμοῦθις καὶ Φιλόξενος καὶ Ἡλιόδωρος ἔχεινἔχιν παρὰ τοῦ Χαιρήμονος δάνειον διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου Πτολεμαικοῦ δραχμὰς ἑκατὸν τόκων διδράχμων τοῦ μηνὸς ἑκάστου ὃ καὶ ἀποδώσειν σὺν τοῖς τόκοις ἐν ἡμέραις τριάκοντα ἀπὸ τεσσαρεσ καιδεκάτης τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ἑπτακαιδεκάτου ἔτους Καίσαρος ἄνευ πάσης ὑπερθέσεως ἢ εἶναι αὐτοὺς παραχρῆμα ἀγωγίμουςἀποτίμους καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτῖσαι τὸ μὲν δάνειον σὺν ἡμιολίαι, τοὺς δὲ τόκους ἁπλοῦς, τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς ἴσους τῆς πράξεως γεινομένης τῷ Χαιρήμονι ἐκ τῶν ὑποχρέων Θερμούθιος καὶ Φιλοξένου καὶ ἐκ τοῦ ἐγγύουἐνγύου Ἡλιοδώρου καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσινἐπενένκωσιν πίστεων πασῶν σκέπης πάσης. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιδ ζ Πρωτάρχωι παρὰ Ἡλιοδώρου τοῦ Κανδάνου καὶ παρὰ Θερμούθιος τῆς Κανδάνου Περ σίνηςΠερσεινη μετὰ κυρίου τοῦ υἱοῦ Φιλοξένου Πέρσου τῆς ἐπιγονῆς καὶ αὐτοῦ Φιλοξένου περὶ τῶν διεσταμένων. συνχωροῦσι Θερμοῦθις καὶ Φιλόξενος παρέ ξεσθαι τὸν Ἡλιόδωρον ἀπερίσπαστον καὶ ἀπαρενόχλητον ὑπὲρ ὧν ἐνγυᾶται αὐτοὺς δανειζομένους παρὰ Χαιρήμονος τοῦ Ἰσιδώρου κατὰ τὴν ἀπὸ ταύτης τετελει ωμένην διὰ τοῦ αὐτοῦ κριτηρίου συγχώρησιν ἀργυρίου δραχμὰς ἑκατὸν τόκων διδράχμων εἰς ἡμέρας τριάκοντα ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Φαρμοῦθι τοῦ ιζ ἔτους Καίσαρος καὶ ἐπά ναγκον καταβαλεῖν ἀμφοτέρους τῷ Χαιρήμονι τὰς τοῦ ἀργυρίου δραχμὰς καὶ τοὺς τόκους ἐν τῇ προκειμένῃ ἡμέρᾳ πρὸς τὸ περιλυθῆναι τὸν Ἡλιόδωρον, ἐὰν δέ τι παραβαίνωσιν ἐκτίνειν αὐτοὺς ὃ ἐὰν πραχθῇ ἢ βλαβῇ ὁ Ἡλιόδωρος τοῦ δανείου χ ἀργυρίου δραχμὰς ἑκατὸν καὶ τόκων τῆς πράξεως γεινομένης τῶι Ἡλιοδώρωι ἔκ τε ἀμφοτέρων ἀλληλενγύων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς καθάπερ ἐκἐγ δίκης ἀκύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιἐπενένκωσι πίστεων πασῶν σκέπης πάσης. ἔτους ιζ Καίσαρος Φαρμοῦθι ιδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.