no image
DDbDP-text
Vertrag über Ratenzahlung eines Kaufpreises, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18592.
Each record below describes this same ancient text from a different angle.
Ἀχαιῶι τῶι ἐπὶ τοῦ ἐν τῇ αὐλῇ κριτηρίου παρὰ Σπώσου τοῦ Λύππου καὶ παρὰ Ἀραβίωνος τοῦ Διδύμου καὶ Διονυσοδώρου τοῦ Ἡρακλείδου καὶ Ἀπολλωνίου τοῦ Εἰρηναίου καὶ Ἡρακλείδου τοῦ Ἀπολλωνίου καὶ Σαραπίωνος τοῦ Δωρίωνος καὶ Ἡρακλείδου τοῦ Ἑρμονείκου καὶ Ἀ τοῦ Σωτηρίχου καὶ Ἀμμωνίου τοῦ Ἑρμίου τῶν ὀκτὼὀκτὼι Περσῶν τῆς ἐπιγονῆς. πε ρὶ τῆς ἑσταμένης τελειωθῆναιτεληωθῆναι ἀσφαλείας συνχωροῦσιν οἱ περὶ τὸν Ἀρα βίωνα ἀποδώσειν τῷ Σπώσωι ἣν ὀφείλουσιν αὐτῷ τιμὴντειμὴν ἧς ἐώνηνται παρʼ αὐτοῦ βυβ ἀργυρίου Πτολεμαικοῦ τάλαντον ἓν καὶ δραχμὰς τρισχιλίαςτρισχειλίας ἑξακοσίας ὀγδοήκοντα ἀτόκους ἐν δόσεσιν ἰσομερέσι τέσσαρσι διδόντες Ἁθὺρ μὲν πέμπτηι τοῦ ἐνεστῶτος δω δεκάτου ἔτους τὰς τοῦ ἀργυρίου δραχμὰς δισχιλίας τετρακοσίας εἴκοσι , Τῦβι πέμπτῃπένπτῃ ὁμοίως δραχμὰς δισχιλίαςδισχειλίας τετρακοσίας εἴκοσι , Με χεὶρ ὡσαύτως πέμπτῃπένπτῃ δισχιλίαςδισχειλίας τετρακοσίας εἴκοσι , τὰς δὲ λοιπὰς τοῦ ὅλου κεφαλαίου Φαμενὼθ πέμπτῃπένπτῃ τοῦ αὐτοῦ δωδεκάτου ἔτους δραχμὰς δισχιλίαςδισχειλίας τετρακοσίας εἴκοσι οὐδεμίαν δόσιν κοιλὴν ποιούμενοι, ταῦτα δὲ ποιήσεινποήσειν ἄνευ κρίσεως καὶ πάσης ἀντιλογίας, εἰ δὲ μὴ εἶναι αὐτοὺς ἀγωγίμους ἢ τὸν ἐσόμενον αὐτῶν ἐνφανῆ καὶ συνέχεσθαι μέχρι τοῦ ἐκτεῖσαιἐκτῖσαι ἐφʼ ἧς ἐὰν δόσεως κοιλάνωσι παρα χρῆμα τὸ προκείμενον κεφάλαιον τὸ τοῦ ἀργυρίου τάλαντον ἓν τρισ χιλίας ἑξακοσίας ὀγδοήκοντα ἢ τὸ ἐνοφειληθησόμενονἐνοφιληθησόμενον σὺν ἡμιολίᾳ τοῦ δὲ ὑπερπεσόντος χρόνου τοὺς κατὰ τὸ διάγραμμα τόκους διδράχμους τῆς πράξεως γεινομένης τῶι Σπώσωι ἔκ τε αὐτῶν τῶν σαν ἀλληλεγγύων ὄντων εἰς ἔκτισιν καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης ἀ κύρων οὐσῶν καὶ ὧν ἐὰν ἐπενέγκωσιἐπενένκωσι πίστεων πασῶν σκέπης πασῆς. ἀξιοῦμεν. ἔτους ιβ Καίσαρος Φαῶφι κβSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.