no image
DDbDP-text
Aufhebung einer Vormundschaft, Alexandrien via HGV-meta
Linked by Trismegistos ID
TM 18554.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιϛ Καίσαρος Τῦβι ϛ ΠρωτάρχωιΠρωτάρχωι ἐπὶ αουτιωνκειμε ανθης παρὰ Λουκίου Πομπωνίου Λουκίου υἱοῦ Ῥούφου φυλῆς Πολλία καὶ παρὰ Μάρκου Κοττίου Ἀττικοῦ. ἐπεὶ ὁ τοῦ Λουκίου Πομπωνίου πατὴρ Λούκιος Πομπώνιος διʼ ἧς ἔθετο τελευτῶν Ῥωμαικῆς διαθή κης ἀπέλιπεν τὸν Μᾶρκον Κόττιον Ἀττικὸν καὶ ἔτι Κανολήιον τοῦ ἑαυτοῦ υἱοῦ Λουκίου Πομπωνίου τοῦ καὶ προκιμένου ἐπιτρόπους, ἐν δὲ τῷ μεταξὺ τοῦ Κανοληίου ἀπειρημένου τὴν ἐπιτροπείαν κατὰ τὸ συνσφραγισθὲν δίπλωμα ὁ Μᾶρκος Κόττιος Ἀττικὸς ἐπε τρόπευσεν τοῦ Λουκίου, τὰ νῦν συγχωρεῖ Λούκιος Πομπώνιος μὴ ἐπελεύσεσθαι μήτε αὐτὸς μηδʼ ἄλλος ὑπὲρ αὐτοῦ μηδεὶς ἐπὶ τὸν Μᾶρκον Κόττιον Ἀττικὸν ἢ τὸν Κανολήιον οσαι αὐτὸν μήτε περὶ τῆς ἐπιτροπείας ἢ τῶν ὑπὸ τοῦ πατρὸς αὐτοῦ Λουκίου Πομπωνίου ἀπολελειμμένων καθʼ ὁντινοῦν τρόπον μηδὲ περὶ ἄλλου μηδενὸς ἁπλῶς ὀφειλήματοςὀφιλήματος ἢ ἀπαιτήματος ἢ διαγραφῶν ἢ λόγων ἢ ἐνγράπτου ἢ ἀγράφου πράγματος ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ διὰ τὸ ἀπεσχηκέναι αὐτὸν Λούκιον Πομπώνιον παρὰ τοῦ Μάρκου Κοττίου Ἀττικοῦ πάντα ὅσα ποτʼ ἔσχεν ὁ πατὴρ ἐν τῆι οἰκήσει ἢ χωρὶς τοῦ κύρια εἶναι τὰ συνκεχωρημένα, τὴν δʼ ἐσομένην παρὰ ταῦτα ἔφοδον ἢ ἔνκλησιν ἄκυρον καὶ ἀπρόσδεκτον καθόλου εἶναι ἔτι καὶ προσεκτί νειν αὐτὸν καθʼ ὃ ἐὰν ἐνκαλῇ αὐτῶι Μάρκωι τά τε βλάβη καὶ δαπανή ματα καὶ ὡς ἴδιον χρέος ἀργυρίου δραχμὰς χιλίας καὶ συνέχεσθαι τοῖς τε βλάβεσιν καὶ τῶι περὶ τῶν συνχωρήσεων κειμένωι προστίμωι. ἀξιοῦμεν εὐτύχει Λούκειος ΠομπώνιοςΠομπώνος Λουκείου υἱὸς ῬοῦφοςῬοῦφος Πόλιος συνχωρῶ κατὰ τὰ προγεγραμμέναπρογεγρανμένα. Μᾶρκος Κόττιος Ἀττικὸς συνχωρῶ κατὰ τὰ προγεγραμμένα. περὶ ἄλλου μηδενὸς ἐγγράπτου ἢ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας ἢ χωρὶς του κύρια ἶναι τὰ συνκεχωρημένα συνέχεσθαι αὐτὸν τοῖς τε βλάβεσι καὶ δαπανήμασι καὶ τῷ ὡρισμένῳ προστίμῳ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.