no image
DDbDP-text
Ehevertrag via HGV-meta
Linked by Trismegistos ID
TM 18493.
Each record below describes this same ancient text from a different angle.
Πρωτάρχωι παρὰ Ἰσιδώρας τῆς Ἡρακλείδου τοῦ καὶ Διονυσίου μετὰ μετὰμετὰ κυρίου τοῦ ἀδελφοῦ Βακχίου τοῦ Ἡρακλείδου τοῦ καὶ Διονυσίου Ἀλθαιέως καὶ παρὰ Διονυσίου τοῦ Διονυσίου Ἰσιδείου. συγχωροῦσιν Ἰσιδώρα καὶ Διονύσιος συνεληλυθέναι ἀλλήλοις πρὸς γάμον, Διονύσιος δὲ καὶ εἰληφέναι παρὰ τῆς Ἰσιδώρας διὰ χειρὸς ἐξ οἴκου φερνὴν ἱμάτια γυναικεῖα ἐν ἀργυρίου δραχμαῖς ἑκατὸν ἐνωτίων χρυσῶν ζεῦγος τεταρτῶν δύο καὶ ἀργυρίου Πτολεμαικοῦ ἐπισήμου δραχμὰς ἑξήκοντα, τὸν Διονύσιον ἀπεσχη κότα τὴν προκειμένην φερνὴν τρέφειν καὶ ἱματίζειν τὴν Ἰσιδώραν ὡς γυναῖκα γαμετὴν κατὰ δύναμιν καὶ μὴ κακουχεῖν αὐτὴν μήδʼ ὑ βρίζειν μήδʼ ἐγβάλλειν μήδʼ ἄλλην γυναῖκα ἐπεισάγειν ἢ ἐκτίνειν τὴν φερνὴν σὺν ἡμιο λίᾳ τῆς πράξεως γινομένης τῇ Ἰσιδώρᾳ ἔκ τε αὐτοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκἐγ δίκης, καὶ τὴν δὲ Ἰσιδώραν μήτε ἀπό κοιτον μήτε ἀφήμερον γείνεσθαι ἀπὸ τῆς Διονυσίου οἰκίας ἄνευ τῆς Διονυσίου γνώμης μηδὲ φθείρειν τὸν οἶκον μήδʼ ἄλλῳ ἀνδρὶ συνεῖναι ἢ καὶ αὐτὴν τούτων τι διαπραξαμέ νην κριθεῖσαν στέρεσθαι τῆς φερνῆς, θέσθαι δὲ αὐτοὺς καὶ τὴν ἐφʼ ἱεροθυτῶν περὶ γάμου συνγραφὴν ἐν ἡμέραις χρηματιζούσαις πέντε ἀφʼ ἧς ἂν ἀλλήλοις προείπωσιν καθʼ ἣνκαὶ ᾧ ἐνγραφήσε ται ἥ τε φερνὴ καὶ τὰ ἄλλατἆλλα τὰ ἐν ἔθει ὄντα καὶ τὰ περὶ τῆς ὁποτέρου τῶν γαμούντων τελευ τῆς, ὡς ἂνᾧ ἐὰν ἐπὶ τοῦ καιροῦ κοινῶς κριθῆι. ἀξιοῦμενλαSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.