no image
DDbDP-text
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ ΧριστοῦΧριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλίου τοῦ αἰωνίου Αὐγούστου, ἔτους η Φαμενὼθ κθ ϛ ἰνδικτίωνος ἐπʼ Ἀρσινόης. Φλαουίῳ Βασιλίῳ τῷ περιβλέπτῳ κόμετι καὶ λογιωτάτῳ ἐκδίκῳ ταύτης τῆς Ἀρσινοιτῶν πόλεως Αὐρήλιος Γερόντιος υἱὸς Παμουτίου πωμαρίτης ἀπὸ τῆς αὐτῆς πόλεως οἰκῶν ἐν ἐποικίῳ Κενταύρου χαίρειν. ὁμολογῶ ἑκουσίᾳ γνώμῃ ἐγγυᾶσθαι καὶ ἀναδεδέχθαι παρὰ τῇ ὑμετέρᾳ λογιότητιλογιώτητι Αὐρήλιον Νειλάμμωνα σύμμαχον υἱὸν Ἀβρααμίου, τοῦ λοιποῦ μὴ καταγνωσθείη μήτε κρυπτῶς μήτε φανερῶς συνομιλῶνσυνομειλῶνσυνομέχων μετὰ Θεοδώρας. εἰ δὲ καιρῷ οἵῳ δήποτε εὑρεθείη ὁ αὐτὸς Νειλάμμων μετὰ τῆς εἰρημένης Θεοδώρας καὶ ἐνεργῶς ἀποδειχθείη, ἐνέχεσθαί με τὸν τούτου ἐγγυητὴν καὶ προγεγραμμένον Γερόντιον τῇ ὑμετέρᾳ λογιότητιλογιώτητι ἐγγύη Νειλάμμωνος συμμάχου υἱοῦ Ἀβρααμίου εἰς Φλάουιον ΒασίλιονSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.