no image
DDbDP-text
παρὰ τῆς πολιτικῆς τάξεως νυκτοστρατήγοις Ἑρμοῦ πόλεως· τοὺς ὑποτεταγμένους αἰτιαθέντας ἐν τῷ δικαστηρίῳ παρὰ διαφόρων ἀνδρῶν καὶ κελευσθέντας παρεῖναι σπουδάσατε τοίνυν δεχόμενοι τῆς τάξεως τὰ γράμματα παραστῆσαι καὶ παραδοῦναι Πανίσκῳ ἀπλικιταρίῳ τῷ εἰς τοῦτο ἀποσταλέντι ὅπως τὰ κεκελευσμένα εἰς πέρας ἀχθῇ· εἰσὶ δὲ· εὔχομαι ἐρρῶσθαι ὑμᾶς πολλ β ἐξ ὑποβολῆς Ὀλύμπιος Ταυρίνου ἀπὸ Ἑρμοῦ πόλεως Ἀπαλεὺς Ἑρμαίωνος διάκονος αὐτῆς ἐξ ὑποβολῆς ̓Αμμωνίου καὶ Πέτρου βοηθῶν Ἰωσῆφις Ἑρμαπόλλωνος ἀπὸ Ἑρμοῦ πόλεως Κῦρος ἀδελφὸς αὐτοῦ ἐξ ὑποβολῆς Ἰωάννου ἀπὸ πριμικηρίων Μακάριος ΚαλεΚιαλε ἐλαιουργὸς ἀπὸ Ἑρμοῦ πόλεως Σερῆνος Σαραπίωνος πρεσβύτεροςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.