no image
DDbDP-text
Αὐρήλιος Δανιῆλις Ἰωσηφίου μητρὸς Μάννας ἑξῆς ὑπογράφων ἀπὸ κώμης Χαιρεφάνους Αὐρηλίοις Φιβίῳ καὶ Κύρᾳ ὁμογνησίοις ἀδελφοῖς ἐκ πατρὸς Ἡλίαμητρὸς Ἡλιᾶ ἀπὸ τῆς αὐτῆς κώμης Χαιρεφάνους. πρᾶσις ἀρουρῶν β𐅵 ἀπὸ πατρός μου κλήρου σπορίμης γῆς ἐν τῷ λιβικῷ ἄκρῳ τοῦ ἐμοῦ γεωργίου ἐκ βορρᾶ τῆς ὁδοῦ. ἀπὸ νότου εἰς βορρᾶν γείτονες τοῦ αὐτοῦ, νότου δημοσία ὀδός, βορρᾶ γήδιον καὶ αὐτοῦ ἐμοῦ ἀδελφοῦ, ἀπηλιώτου τὰ ἄλλα γήδια τοῦ ἐμοῦ γεωργίου, λιβὸς ἄλλα δημοσία ὁδὸς καὶ ἀπὸ πατρικοῦ κλήρου ἄλλαι ἄρουραι β𐅵 ἐν ἀμπελῶνι τοῦ αὐτοῦ ἀπὸ μὲν τοῦ ἀμπελῶνος τοῦ ὄντος ἐκ νότου ὁ καὶ αὐτοῦ τῆς ὁδοῦ ἄρουραι β𐅵 αὐτοῦ μέρους ἀπὸ εἰς λόγον τῶν αὐτῶν ἀρουρῶν β𐅵, ἀπὸ δὲ τοῦ ἀμπελῶνος τοῦ ἐκ βορρᾶ τῆς ὁδοῦ το τε ἀπὸ τοῦ νεοφυτείουνεοφυτίου τὸ ὑπόλοιπον μέρος εἰς συμπλήρωσιν τῶν αὐτῶν ἀρουρῶν β𐅵 ἐκ ἀμπελῶνος ἀπὸ ἀπηλιώτου εἰς λίβα καὶ οὕτως μερισθησομένων τοῦ μὲν μεγάλου ἀμπελῶνος ἀπὸ ἀπηλιώτου εἰς λίβα, τοῦ δὲ νεοφυτείουνεοφυτίου ἀπὸ νότου εἰς βορρᾶν κοινῶν ὄντων καὶ ἀδιαιρέτων ἐπὶ ταῖς οὔσαις καὶ . φαινομέναις γειτνίαιςγειτνείαις δημοσία ὁδὸς ἐκ μέρους χμγ Φλαουίου Ἀπολ λωνίου ὑπερ λάμπρου κόμετοςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.