no image
DDbDP-text
Receipt for Rent via HGV-meta
Linked by Trismegistos ID
TM 9815.
Each record below describes this same ancient text from a different angle.
Ἀρτεμιδώρα Πτολεμαίου με τὰ κυρίου Δημητρίου τοῦ Σκαίλου Πυῶρι γεωργῶι, χαίρειν. ἔχω πα ρὰ σοῦ ἀφʼἀπο ὧν ὀφείλεις μοι ἐκφορί ων τοῦ τεσσαρεσκαιδεκάτου ἔ τους ἐπὶ λόγου πυροῦ ἀρτάβας τριά κοντα τέσσαραςτέσσαρες, γίνονται ἀρτάβαι λδ ἀπέχοντος σοῦ τὰ σπέρματα τῆς τοῦ εἰσιόντος πεντεκαιδεκάτου ἔτους κατασπορᾶς μὴ ἐλασσουμένης μου ὑφʼὑπερ ὧν λοιπῶν ὀφείλεις μοι τῶν αὐτῶν ἐκφορίουων πυροῦ ἀρταβῶν δέκα καὶ ἀργυρικῶν ὀφειλῆς δραχμῶν δεκαέξ, γίνονται λοιπογραφίας δραχμαὶ ιϛ. Δημήτριος ἔγραψα ὑπὲρ τῆς Ἀρ τεμιδώρας μὴ εἰδυίης γράμματα. ἔτους ιδ Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἐπεὶφ ϛ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.