no image
DDbDP-text
Petition to a Centurion via HGV-meta
Linked by Trismegistos ID
TM 9734.
Each record below describes this same ancient text from a different angle.
Σεουήρῳ Ἰούστῳ ἑκατοντάρχῃ παρὰ Αὐρηλίου Ἀβοῦτος οὐετρανοῦ. ἡνίκα ἐστρα τευόμην, κύριε, ἐν Πηλου σίῳ, παρεθέμην Πετε σούχῳ τινὶ συνστρατι ώτῃ μου καὶ φίλῳ σκεύη ἐν συντιμήσει δραχ μῶν ὀκτακοσίων. με τατεθέντος μου εἰς ἄλην Βουκοντίων καὶ ὡς ἐλογοποιού μην πρὸς αὐτὸν περὶ τούτων μετὰ ἀμφοτέρων ἀπόλυσιν, λόγον μου οὐ πεποίηται. διὸ ἀξιῶ ἔχοντός μου μεσίτην καὶ ὡμο λόγησεν ἀχθῆναι αὐτοὺς ἐπὶ σὲ ἵνα διαυ νηθῶ διὰ τῆς σῆς βο ηθείας τὰ ἴδια ἀπολαβεῖν. διευτύχει. ἔτους ιζ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ καὶ Λουκίου Αὐρηλίου Κομμόδου Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων, Φαμενὼθ .Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.