no image
DDbDP-text
Kauf von Wein gegen Vorauszahlung mit Bürgschaft via HGV-meta
Linked by Trismegistos ID
TM 16143.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τῆς ἁγίας καὶ ζωοποιοῦ τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Φωκᾶ τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους τετάρτου, Φαῶφι πεντεκαιδεκάτῃ, δεκάτης ἰνδικτίονος. Αὐρήλιος Ταυρῖνος υἱὸς αλωτος ἐκ μητρὸς Θέκλας ἀμπελουργὸς ἀπὸ ἐποικίουἐποικείου Ταναμηυ τοῦ Ἑρμουπολίτου νομοῦ διʼ ἐμοῦ ἐγγυωμένου αὐτὸν καὶ ἀναδεχομένου εἰς τὴν ἀπόδοσιν τοῦ ου ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς ἐμῆς ὑποστάσεως ΑὐρηλίουΑὐρηλιος ΠέτρουΠέτρος υἱοῦυἱος Παύλου ἐκ μητρὸς Ἀγνοίας ἀπὸ τοῦ αυ Φοιβάμμωνος ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρά σου τῆς τελείας καὶ ἀξίας τιμῆς οἴνου μέτρων διακοσίων τεσσαράκοντα γίνεται οἴνου μέτρα κδ, ἅπερ παρέξω σοι ἐν τῷ Μεσορὴ μηνὶ τῆς σὺν θεῷ ἑνδεκάτης ἰνδικτίονος ἐν οἴνῳ νέῳ καλλίστῳ καὶ εὐαρέστῳ, μέτρῳ τοῦ διοικητοῦ· καὶ εἰ εὑρεθείηεὑρηθείη ὄξος ἢ ἀποίητος ἢ ὀζόμενος ἐξ αὐτῶν μέχρι τοῦ Τῦβι μηνὸς τῆς αὐτῆς ἰνδικτίονος, ὁμολογῶ ἀλλάξαι σοι ἀνυπερθέτως χειρόγραφον οἴνου μέτρων κδSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.