no image
DDbDP-text
Receipt for the Price of Wine via HGV-meta
Linked by Trismegistos ID
TM 17935.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ δεσπότου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος. βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Ἡρακλείου τοῦ αἰωνίου Αὐγούστου καὶ Αὐτοκράτορος ἔτους πρώτου, Μεχεὶρ ιη, ἰνδικτίωνος ιδ Φλαουίῳ Γεωργίῳ τῷ λαμπροτάτῳ διοικητῇ τοῦ ἐνδόξου οἴκου τοῦ πανευφήμου πατρικίου Ἀπίωνος ταύτης τῆς Ἄνω Κυνοπολιτῶν πόλεως ἐκ πατρὸς τοῦ μακαρίου ἀπὸ τῆς λαμπρᾶς Ὀξυρυγχιτῶν πόλεως Αὐρήλιοι Μακᾶρις μείζων υἱὸς Ἰερεμίου μητρὸς Μαρίας καὶ Ἰωάννης υἱὸς Ὡριγένους μητρὸς Μαρίας καὶ Μηνᾶς υἱὸς Ἀνοῦπ μητρὸς Μαρτυρίας καὶ Ἀβραὰμ υἱὸς Φουνσίου μητρὸς Ἐρεβέκκας καὶ Μηνᾶς υἱὸς Γεωργίου μητρὸς Σοφίας καὶ Ὡριγένης υἱὸς Στεφάνου μητρὸς Ἐρεβέκκας, οἱ πάντες ἀπὸ κώμης Ἀψέμψεως τοῦ Ἄνω Κυνοπολίτου νομοῦ, χαίρειν. ὁμολογοῦμεν εἰληφέναι καὶ δεδέχθαι καὶ πεπληρῶσθαι παρὰ τῆς ὑμῶν λαμπρότητος τὴν τιμὴν τοῦ διαπραθέντος αὐτῇ παρʼ ἡμῶν οἴνου ἄχρι ἑνὸς ὀβολοῦ, τουτέστιν οἴνου Σάμια διακοσία ἐπὶ καρπῶν τῆς παρούσης τεσσαρεσκαιδεκάτηςτεσσαρασκαιδεκάτης ἰνδικτίωνος ἄχρι ἑνὸς ὀβολοῦ, τουτέστιν οἴνουοὐ Σάμια διακοσία . ὁμολογοῦμεν τοῦ λοιποῦ οὐδένα λόγον ἔχειν πρὸς τὴν ὑμῶν μεγαλοπρέπειαν διὰ τὸ ἡμᾶς εἰληφέναι καὶ δεδέχθαι καὶ πεπληρῶσθαι παρʼ αὐτῆς τὴν τιμὴν τοῦ διαπραθέντος αὐτῇ παρʼ ἡμῶν οἴνου ἄχρι ἑνὸς ὀβολοῦ καὶ πρὸς ἀπόδειξιν τῆς τῆς τιμῆς τοῦ εἰρημένου οἴνου καταβολῆς τήνδε τὴν πληρωτικὴν ἀποχὴν ἐξεθέμεθα αὐτῇ, ἥτις καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. γίνεται ἔτους σπζ σνϛ, ιδ ἰνδικτίωνος. ΑὐρήλιοιΑὐρηλιος Μακᾶρις μείζων καὶ Ἰωάννης καὶ Μηνᾶς καὶ Ἀβραὰμ καὶ Μηνᾶς καὶ Ὡριγένης οἱ προγεγραμμένοι ἀπόδειξις τῶν ἀπὸ Ἀψέμψεως τοῦ Ἄνω Κυνοπολίτου νομοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.