no image
DDbDP-text
Schuldanerkenntnis über Pachtzins via HGV-meta
Linked by Trismegistos ID
TM 16130.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαυίων Παύλου καὶ Μοσχιανοῦ τῶν ἐνδοξοτάτων, Ἐπεὶφ γ ϛ ἰνδικτίονος. Αὐρήλιος Ἑρμῖνος Φοιβάμμωνος μητρὸς ας γεωργὸς ἀπὸ κώμης Ὀνώμφθεως τοῦ Ἑρμουπολίτου νομοῦ κληρονόμοις τοῦ τῆς λαμπρᾶς μνήμης Σαραποδώρου ἀπὸ τῆς Ἑρμουπολιτῶν χαίρειν. ὁμολογῶ ὀφείλειν ὑμῖν καὶ χρεωστεῖν ὑπὲρ ἐκφορίων ὧν γεωργῶ ὑμῶν ἀμπελικῶν χωρίων τῆς παρούσης ἕκτης ἰνδικτίονος κεφαλαίου χρυσοῦ νομισμάτια κεράτια δημοσίῳ ζυγῷ καὶ ἑτοίμως ἔχω παρασχεῖν ὑμῖν ἀντὶ τῆς τῶν χρυσικῶν ἐκφορίων ἀποδόσεως καλάμων καλῶν καὶ εὐαρέστων μυριάδας δύο ς ἑτοίμως ἔχω παρασχεῖν ὑμῖν καὶ βαλεῖν τῷ Τῦβι μηνὶ καιρῷ τῆς ἐκκοπῆς τῶν καλάμων καρπῶν ἐν καλάμοις καλοῖς καὶ εὐαρέστοις ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας καὶ κρίσεως καὶ δίκης· καὶ εἰ ἀπολοιπασία τις γένηται ἀπὸ τῶν αὐτῶν καλάμων, ἑτοίμως ἔχω αὐτὴν ὑμῖν παρασχεῖν ὁπόταν βουληθῆτε, ἐπὶ τῷδε· ἐκτελέσω τὴν πᾶσαν καλλιεργίαν καὶ ἐπιμέλειαν τῶν αὐτῶν χωρίων ἀμπελικῶν ἀμέμπτως καὶ ἀκαταγνώστως καὶ ἀνεμποδίστως καὶ ἀκατα φρονήτως, ὑποκειμένων ὑμῖν εἰς τοῦτο πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων καθάπερ ἐκ δίκης· τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἑρμῖνος Φοιβάμμωνος ὁ προκείμενος ἐθέμην τοῦτο τὸ γραμματεῖον τῶν καλάμων μυριάδων δύο καὶ πείθομαι πᾶσι ὡς πρόκειται. Αὐρήλιος ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳγραμματηω ἀκούσας παρὰ τοῦ θεμένου. Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳγραμματίῳ ἀκούσας παρὰ τοῦ θεμένου. λιος Νεώτερος Φοιβάμμωνος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῷ γραμματείῳ ἀκούσας παρὰ τῶν θεμένωνθημένων διʼ ἐμοῦ ος ἐγράφη vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.