no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16110.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαυίου Βασιλείου τοῦ λαμπροτάτου, Φαῶφι κα, ε ἰνδικτίονος. Φλαυίῳ Ἰωάννῃ αἰδεσίμῳ σκρινιαρίῳ τῆς κατὰ Θηβαίδα στρατιωτικῆς τάξεως υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ταυρίνου ἀπὸ τῆς Ἑρμουπολιτῶν παρὰ Αὐρηλίων Ἡρακλείδου Πινουτίωνος μητρὸς σίας καὶ Βίκτορος ὁμογνησίου ἀδελφοῦ ἐκ τῶν αὐτῶν γονέων ἀμφοτέρων ἀπὸ κώμης τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἀλληλέγγυοιἀληλέγγυοι ὄντες ἑκουσίως καὶ αὐθαιρέτως μεμισ θῶσθαι παρὰ τῆς σῆς ἀρετῆς ἐπὶ ἑπταετῆ χρόνον ἀπὸ καρπῶν τῆς εὐτυχοῦς ἕκτης ἰνδικτίονος τὰς ὑπαρχούσας τῇ σῇ θαυμασιότητι ἀρούρας ὀκτὼ διακειμένας ἐν τῷ ἕλει τῆς αὐτῆς κώμης τσεεν ἑνὶ τόπῳ ἀρούρας τέσσαρας , ἐν δὲ ἄλλῳ τόπῳ ἄλλας ἀρούρας δύο , ἐν δὲ τρίτῳ τόπῳ τὰς λοιπὰς ἀρούρας δύο , εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρώμεθα γενη μάτων, φόρου τούτων ἀποτάκτου κατʼ ἔτος χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων ἓξ παρὰ κεράτια α τῷ ζυγῷ δημοσίῳ τῆς αὐτῆς πόλεως, ὅνπερ χρυσικὸν φόρον ἀποδώσομεν τῇ σῇ ἀρετῇ τῷ Παῦνι μηνὶ ἑκάστου ἔτους ἀνυπερθέτως. τὸ γράμμα τῆς μισθώσεως κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἡρακλείδης Πινουτίωνος καὶ Βίκτωρ ἀδελφὸς οἱ προκείμενοι μεμισθώμεθα ἐξ ἀλληλεγγύης ὡς πρόκειται. Αὐρήλιος Ἀφοῦς Ὥρου ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. δώρου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τοῦ μισθω σαμένου. ς Διδύμου ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶντου μισθωσαμένωνμισθωσαμενου. υ ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν μισθωσαμένων. διʼ ἐμοῦ Σαραπίωνος ἐγράφη vestigesSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.