no image
DDbDP-text
Pachtvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16108.
Each record below describes this same ancient text from a different angle.
υἱῷ τοῦ τῆς ἀρίστης μνήμης Ταυρίνου ἀπὸ τῆς Ἑρμουπολιτῶν τησπς παρὰ Αὐρηλίων Βασιλείδου Γενναδίου μητρὸς Ἄννας καὶ Ἡρακλείδου Ταυρίνου μητρὸς ἀμφοτέρων γεωργῶν ἀπὸ κώμης Θύνεως τοῦ Ἑρμουπολίτου νομοῦ. ὁμολογοῦμεν ἀλληλέγγυοι ὄντες καὶ ἀλληλανάδοχοι ἑκουσίως καὶ αὐθαιρέτως μεμισθῶσθαι παρὰ τῆς σῆς θαυμασιότητος ἐπὶ δεκαετῆ χρόνον ἀπὸ καρπῶν τῆς ἑβδόμης ἰνδικτίονος τὰς ὑπαρχούσας τῇ σῇ ἀρετῇ ἀρούρας διακειμένας ἐν τῷ ἕλει περὶ πρακτορίαν τῆς αὐτῆς κώμης εἰς σπορὰν καὶ κατάθεσιν ὧν ἐὰν αἱρώμεθα γενημάτων, φόρου τούτων ἀπο τάκτου κατʼ ἔτος χρυσοῦ νομισματίων δεσποτικῶν δοκίμων ἀριθμῷ τριῶν παρὰ κεράτια τέσσαρα ἑκάστου δημοσίῳ ζυγῷ τῆς αὐτῆς πόλεως, γίνονται χρυσοῦ νομισμάτια γ παρὰ κεράτια ιβ, ὅνπερ χρυσικὸν φόρον ἀποδώσομεν μηνὶ κατʼ ἔτος ἀνυπερθέτως, ὑποκειμένων τῇ σῇ θαυμασιότητι εἰς ταύτην τὴν μίσ θωσιν πάντων ἡμῶν τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων ἰδικῶς καὶ γενικῶς καθάπερ ἐκ δίκης. τὸ γράμμα κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Βασιλείδης Γενναδίου καὶ Ἡρακλείδης Ταυρείνου οἱ προκείμενοι μεμισθώμεθα ὡς πρόκειται. Αὐρήλιος Πολλ ἀπὸ Ἑρμουπόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Φλάυιος Ἑρφίλου γρα μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. Εὐ πρεσβύτερος μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. Φλάυιος Πυθιόδωρος γραμματικὸς μαρτυρῶ τῇ μισθώσει ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Ἀντινόου ἐγράφη vestiges Ταυρίνου ἀπὸ κώμης Θύνεως τοῦ Ἑρμουπολίτου νομοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.