no image
DDbDP-text
Darlehensvertrag via HGV-meta
Linked by Trismegistos ID
TM 16097.
Each record below describes this same ancient text from a different angle.
ὑπατείας Φλαυίου Οὐαλερίου Αὐρήλιος Πινουτίων Εινιος ὀκτώ λιχανῷ ἀριστερᾶς χειρὸς ικ Σενταππουὼ τοῦ Ἑρμουπολίτου νομοῦ Φλαυίῳ Ταυρίνῳ Πλουσάμμωνος βιάρχῳ νουμέρου Μαύρων χαίρειν. ὁμολογῶ ἔχειν παρά σου καὶ χρεωστεῖν σοι κεφαλαίου χρυσοῦ νομ ισμάτια δεσποτικὰ δόκιμα εὔσταθμα ἀριθμῷ ὀκτὼ ἥμισυ, γίνεται χρυσοῦ νομισμάτια η 𐅵 ἅπερ σοι ἀποδώσω ὁπηνίκα ἐὰν αἱρῇ, ἐφʼ ᾧ τέ με παρασχεῖν σοι ὑπὲρ λόγου ἐπικερδίας ἑκάστου νομισματίου κατʼ ἔτος σίτου ἀρτάβην μίαν , τοῦ χρόνου λογιζο μένου ἀπὸ τοῦ ὄντος μηνὸς Χοιὰκ τῆς ἐνεστώσης α ἰνδικτίονος ἄχρι ἀποδόσεως τοῦ κεφαλαίου ἀκεραίου ὄντος καὶ ἀκινδύνου, ὃ καὶ ἀποδώσω σοι μετὰ καὶ τῆς συναχθησομένης ἐπικερδίας, γινομένης σοι τῆς πράξεως ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων καθάπερ ἐκ δίκης· τὸ γράμ μα κύριον, ὃ καὶ ἐξεδόμην σοι πρὸς ἀσφάλειαν Αὐρήλιος Πινουτίων Εινιος ὁ προκείμενος ἔσχον καὶ τὰ τοῦ χρυσοῦ νομισμάτια ὀκτὼ ἥμισυ καὶ ἀποδώσω μετὰ τῆς ἐπικερδίας ὡς πρόκειται. Αὐρήλιος Γεννάδιος Διονυσίου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ όντος καὶ γράμματαγράματα μὴ εἰδότος. διʼ ἐμοῦ Φοιβάμμωνος ἐγράφηSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.