no image
DDbDP-text
Verkauf eines Hausanteils via HGV-meta
Linked by Trismegistos ID
TM 9606.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Μεχεὶρ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσι Τεσενοῦφις ὡς ἐτῶν οὐλαὶ δεξιῶι καὶ καρπῶι ἀριστερῶι καὶ Στοτοῆτις ὡς ἐτῶν οὐλαὶ ι καὶ ὑπὸ γόνυ ἀριστερόν, ἀμφότεροι Τεσενούφιος τοῦ Ὀννώφρεως, Ἀπύγχι Τεσενούφιος τοῦ Τεσενούφιος ὡς ἐτῶν τεσσεράκοντα οὐλὴ πεπρακέναι τῶι Ἀπύγχι κατὰ τήνδε τὴν ὁμολογίαν πατρὸς Τεσενούφιος τελευτὴν μητρικὸν ἥμισυ μέρος κοινὸν καὶ ἀδιαίρετον οἰκίας καὶ αὐλῆς καὶ τῶν συν κυρόντων πάντων ἐν κώμηι Σοκνοπαίου Νήσωι τῆς Ἡρακλείδου μερίδος, ἧς γείτονες ν Ἀπύγχιος ἱερέως αὐτῆς ἄνδρα, υἱὸν δὲ τοῦ Στοτοήτιος οἰκία τοῦ αὐτοῦ Ἀπύγχιος αὐτοῖς τοῖς ὁμολογοῦσι ν ξυλικῶν τὸ προγεγραμμένον ἥμισυ μέρος όντων δικαίων ον τοῦ ε ἀναφορίου υ διπ καὶ ἀπέχειν τὴν τοῦ πεπραμένου ἡμίσους μέρους τῆς οἰκίας τιμὴν ριου ἀργυρίου δραχμὰς ἑκατὸν ἑξήκοντα διὰ τῆς Κάστορος τραπέζης καὶ βεβαιώσειν τὸν Τεσενοῦφιν καὶ τὸν Στοτοῆτιν καὶ τοὺς παρʼ αὐτῶν τῶι Ἀπύγχι καὶ τοῖς παρʼ αὐτοῦ τὰ παρακεχωρημένα πάσηι βεβαιώσει καὶ παρέξεσθαι αὐτὰ ἀνέπαφα καὶ ἀνενεχύραστα καὶ ἀνεπιδάνειστα καὶ καθαρὰ υ καὶ μήτε προπαρακεχωρημένα μηδὲ κωλύοντα τὸν Ἀπύγχιν καὶ τοὺς παρʼ αὐτοῦ τὰ ἐξ αὐτῶν περιγεινόμενα ἀποφερομένουςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.