no image
DDbDP-text
Darlehensvertrag mit Hypallagma via HGV-meta
Linked by Trismegistos ID
TM 9577.
Each record below describes this same ancient text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Νέου Σεβαστοῦ κ, ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Σεγᾶθις Σαταβοῦτος τοῦ Τεσιήους ὡς ἐτῶν ἑξή κοντα οὐλὴ ακος μετὰ κυρίου τοῦ τῆς ἀδελφῆς ἀνδρὸς Στοτοήτιος τοῦ Στοτοήτιος ἱερέως κώμης Σοκνο παίου Νήσου ὡς ἐτῶν ἐννέα οὐλὴ ὀφρύιὀφρύει δεξιᾷ τῷ αὐτῆς υἱῷ Στοτοῆτι Στοτοητιο αυτ Στοτοήτιος ἱερεῖ τῆς αὐτῆς κώμης ὡς ἐτῶν τεσσαράκοντα δύο οὐλὴ καρπῷ δεξιῷ ἔχειν παρʼ αὐτοῦ παρα χρῆμα διὰ τῆς Διοξένου τοῦ καὶ Σαραπίωνος τραπέ ζης χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς ὀκτακοσίας τεσ σαράκοντα , τόκου δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον καὶ τὰς προκειμένας ἀργυρίου δραχμὰς ὀκτακοσίας τεσσαράκοντα σὺν τοῖς τόκοις ἀποδώσειν τὴν Σεγᾶθιν τῷ Στοτοῆτι ἐν μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀνυπερθέτως, καὶ μέχρις οὗ τῷ Στοτοῆτι τὸ προκείμενον κεφάλαιον καὶ τοὺς τόκους ἀποδῷ, τὸν Στοτοῆτιν κατὰ τήνδε τὴν ὁμολογίαν ἀνεξαλλοτρίωτον καὶ ἀκαταχρημάτιστον εἶναι φυλάξει ἡ Σεγᾶθις τὴν αὐτῆς παιδίσκην δούλην Ταορσενοῦφιν της γινομένης τῷ Στοτοῆτι τῆς πράξεως παρά τε τῆς ς καὶ τῶν ὑπαρχόντων αὐτῇ πάντων καθάπερ ἐκ δίκηςSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.