no image
DDbDP-text
παρὰ Θώνιος τοῦ καὶ Μώρου ἀπελ λευθέρου Ἁρθώνιος ἀπʼ Ὀξυρύγχων πόλεως. κατὰ τὰ κελευσθέντα πε ρὶ ἐπικρίσεως τῶν προσβαινόντων εἰς τρεισκαιδεκαετεῖς εἰ ἐξ ἀμφοτέρων γονέων μη τροπολιτῶν δωδεκαδράχμων εἰσίν, ἐτάγη ἐπʼ ἀμ φόδου Τεμγενούθεως ὁ τοῦ με τηλλαχότος φίλου μου Ἰσχυρί ωνος Σίβου τοῦ καὶ Δσου τοῦ Ἰσχυ ρίωνος τοῦ καὶ Σίβου μητρὸς σαροῦ τος ἀπὸ τῆς αὐτῆς πόλεως υἱὸς Ἁρπο κρατίων ὁ καὶ Ἰσχυρίων μητρὸς Σαρα πιάδος Σαραπίωνος προσβὰς εἰς τρεισκαιδεκαετεῖς τῷ διελθόντι κη έτει· ὅθεν παραγε νόμενος πρὸς τὴν τούτου ἐπίκρι σιν δηλῶ αὐτὸν εἶναι δωδεκάδραχμον καὶ τὸν πατέρα αὐτοῦ Ἰσχυρίωνα τετε λευτηκέναι ὄντα δωδεκάδραχμον διὰ λαογραφίας τοῦ ι ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου ἀμφό δου τοῦ αὐτοῦ καὶ τὸν τῆς μητρὸς τοῦ σημαινομένου πατέρα Σαρα πίωνα Σαραπίωνος τετελευτη κέναι τὸ πρὶν ὄντα δωδεκάδραχμον διὰ λαο γραφίας ἀμφόδου ἀναμφοδάρχων καὶ ὀμνύω τὴν Αὐτοκράτορος Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου τύχην μὴ ἐψεῦσθαι. ἔτους κθ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Σαρματικοῦ Γερμανικοῦ Μεγίστου Βρεταννικοῦ, Μεχεὶρ . Θῶνις ὁ καὶ Μῶρος ἀπελεύθερος Ἁρθώνιος ἐπιδέδωκα καὶ ὀμώμοκα τὸν ὅρκον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.