no image
DDbDP-text
Notice to Comarchs via HGV-meta
Linked by Trismegistos ID
TM 21620.
Each record below describes this same ancient text from a different angle.
παρὰ Καλπουρνίου Ὡρίωνος τοῦ κρατίστου ὑπομνηματογράφου. ἀπεστάλη Σαραπίων γυμνασίαρχος συναγαγεῖν παρʼ ὑμῖν εἰς τὴν καταπεμ πομένην ἀγορὰν τοῖς γενναιοτάτοις στρατιώταις κατὰ κέλευσιν τοῦ κυρίου μου ἡγεμόνος ἐν χοίροις ὅσοις ἐὰν παράσχητε κα τὰ τὴν τεταγμένην ἑκάστῃ κω μῃ ποσότητα. ταῦτα ἐξαυτῆς συνα γαγόντες ἀπὸ τῶν ἐχόντων ἀνα γάγετε μετὰ τῶν δεσποτῶν λιτρι σθησόμενα σὺν τῷ δικαίῳ ὑπʼ ἐ μοῦ λημψόμενοι τὴν τιμὴν ἐπὶ συντιμήσεως, εἰδότες ὅτι ἐὰν βραδυ τής τις περὶ τοῦτο γένηται ὡς ἐνε δρεύσαντες τὴν στρατιωτικὴν ἀγορὰν πεμφθήσεσθε ἐπὶ τὸ μέγε θος αὐτοῦ κολασθησόμενοι. κωμάρχαις καὶ δημοσίοις τῶν ὑπογεγραμμένων κωμῶν.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.