no image
DDbDP-text
Letter of Timotheus via HGV-meta
Linked by Trismegistos ID
TM 37135.
Each record below describes this same ancient text from a different angle.
κατὰ τὴν τρεισκαιδεκάτηντρισκαιδεκάτην κατελάβαμεν τὴν Νειλουπολιτῶν περὶ ὥραν ἕκτην, καὶ μετὰ τὸ ἀπολῦσαι ἡμᾶς τὰ ζῷα γράμματα ἡμῖν ἀπεδόθη τῆς σῆς ἀδελφικῆς λαμπρότητος περὶ ὀγδόην ὥραν καὶ ὁ θεὸς οἶδεν εἴπερ μὴ ἤμεθα ἀπολύσαντες τὰ ζῷα, εἰ δʼ αὐτὰ εἴχαμεν ἐπαναλῦσαι. πρὸ τριῶν οὖν ὡρῶν , ὅτε καὶ δυνάμεθα ἐξελθεῖν τῆς πόλεως, ἐξερχόμεθα ὀφείλοντες σὺν θεῷ παραγενέσθαι. πάνυ δὲ ἡμᾶς ἀήδισεν ἡ ἀδελφική σου λαμπρότης μηδὲν ἡμῖν σημάνασα τῶν παρακολουθησάντων. ἐπίδος τῷ δεσπότῃ τῷ πάντων λαμπροτάτῳ εὐδοκιμωτάτῳ πάντων φιλτάτῳ ἀδελφῷ Πετρωνίῳ ἐξκέπτορι παρὰ Τιμοθέου ὀρδιναρίου ΘεοδότουΘεοδόδου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.