no image
DDbDP-text
Letter to a Clerk via HGV-meta
Linked by Trismegistos ID
TM 35313.
Each record below describes this same ancient text from a different angle.
χμγ συνορῶ τέως ἐν ταυτότητι μεῖναι τὰς ῥύσεις ἄχρι τῆς τελευταίας μερίδος ἵνα μὴ δόξωμεν διώκειν τοὺς ἄλλους τοὺς μήπω τρυγήσαντας. τοίνυν, ὡς ἀνωτέρω εἴρηται, καταξίωσον ἐπέχειν τοῦ λογισμοῦ ἕως οὗ μάθῃς τὴν τῶν ἄλλων μερίδων δύναμιν, καὶ ἐν τοσούτῳ γράφεις μοι καὶ οὕτως σκοπῶ τὸ πρακτέον. τὸν δὲ Φοιβάμμωνα τὸν φροντιστὴν μεταστειλάμενος ἔχε ἐγγὺς σοῦ μίαν μίαν . ἐπίδος τῷ θαυμασιωτάτῳ Ἰωσὴφ νοταρίῳ λαρμόσωνος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.