no image
DDbDP-text
Lettre d'affaires relative à la vente de deux chameau via HGV-meta
Linked by Trismegistos ID
TM 34876.
Each record below describes this same ancient text from a different angle.
Ἀθανάσιος Ἀμμωνίῳ γραμματεῖ Φιλαδελ φίας. τὴν κάμηλον ἥνπερ πεποί ηκάς με ἀγοράσαι νομισ ματίων πέντε καὶ γράμματος, ἣν γράμματος ἑνὸς ἔλεγόν σοι ὅτι γραῦς ἐστιν καὶ ἔλεγες μὴ εἶναι αὐτὴν γραῦν, καὶ τὸν πῶλον τῶν τεσσάρων χρυσίνων παρὰ γράμματος, τῆς μὲν γρα ΐδοςγραείτος οὐδεὶςγραὸςτοῦτο οὐδεὶςοὐδὶς παρεῖχεν εἰ μὴ χρύσινα τέσσαρα, τοῦ δὲ πώλου ὁμοίως εἰ μὴ τρία. μὰ τὴν γὰρ θεί ανθίαν πρόνοιαν, ὁλόκληρον ἡμέραν ἐν τῇ ἀγορᾷ ἀπέμειναν καὶ οὐδεὶςοὐδὶς παρέσχεν εἰ μὴ οὕτως ὡς προ εῖπον τιμήν. εἰ οὖν βούλει με αὐτά σοι ἀποστεῖλαιἀποστῖλαι ἢ οὕτως λογίσασθαι, δήλωσόν μοι· οὐ δύναμαι γὰρ ζημίαν ὑποστῆναι. ἐρρῶσθαί σεσαι εὔχομαι.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.