no image
DDbDP-text
Deed of Surety via HGV-meta
Linked by Trismegistos ID
TM 17941.
Each record below describes this same ancient text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν. Τῦβι ιϛ, ἰνδικτίωνος η. τῷ ἐνδόξῳ οἴκῳ ποτὲ ἈπίωνοςἈπιωνι τοῦ μακαρίτου γενομένου πατρικίου διὰ Μηνᾶ οἰκέτου τοῦ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ πανευφήμῳ ἀνδρὶ τὴν ἀγωγὴν καὶ ἐνοχὴν. Αὐρήλιος Ἀνοῦπ υἱὸς Μηνᾶ Καμοῦλ ἀπὸ κώμης Σερύφεως τοῦ Ὀξυρυγχίτου νομοῦ ὁμολογῶ ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ προαιρέσει ἐπομνύμενοςἐπωμνυμ τὸν θεῖον καὶ σεβάσμιον ὅρκον ἐγγυᾶσθαι καὶ ἀναδέχεσθαι παρʼ ὑμῖν Αὐρήλιον Παμούθιον υἱὸν Μηνᾶ ἀπὸ τῆς αὐτῆς κώμης ἐφʼ ᾧτε αὐτὸν ἀδιαλείπτως παραμεῖναι καὶ διάγειν ἐν τῇ αὐτῇ κώμῃ καὶ ἐπιζητούμενον αὐτὸν παραφέρω καὶ πα ραδώσω δίχα λόγου ἔνθα ἐγγύη Ἀνοῦπ υἱοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.