no image
DDbDP-text
Proceedings before the Logistes via HGV-meta
Linked by Trismegistos ID
TM 15266.
Each record below describes this same ancient text from a different angle.
ἔτους ιθ ἐνάτου, Φαμενὼθ ιζ. ὑπατείας Παυλίνου καὶ Ἰουλιανοῦ τῶν λαμπροτάτων. πρὸς τῷ Καπιτωλίῳ. ἐπὶ παρόντων Ὡρίωνος καὶ Ἡρᾶ ὑπηρετῶν καὶ Εὐλογίου παρέδρου. ὁ λογιστὴς εἶπεν· πρόσταγμα τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου ἐπήνεγκεν τῇ ἐμῇ μετριότητι Ἀειθάλης ἀπὸ χώρας Μαστιτῶν περὶ πραγμάτων διαφερόντων τῇ ἐπιτρο πευομένῃ ὑπʼ αὐτοῦ παιδὶ Ἴσιτι και διακατεχομένωνδιακατεχομεν ὑπὸ τοῦ παρόν τος Φιλάμμωνοςφιλανμωνος καὶ τῶν ἀδελφῶν αὐτοῦ κληρονόμων Βόκκα. ἐν στέρ νοις τοίνυν ἔχων τὸν τῆς ἀνδρείας φόβον τοῦ τηλικούτου ἄρχοντος μεταδέδωκα μὲν τοῖς ἀντιδικοῦσι τὰ προστεταγμένα, ἐνήγα γον δὲ αὐτοὺς ἵνα γνῶμεν τίνα ἐστὶν ἃ διεπράξαντο πρὸς αὑτοὺς ὑπὲρ τοῦ παν τὸ τηλικοῦτο πληροῦσθαι πρόσταγμα. Φιλάμμων ἀπεκρίνατο· διελύθημεν καὶ ἔχω γραμματεῖον περὶ τούτου. ὁ λογιστὴς εἶπεν· ἀναγνωσθή τω. καὶ ἀνεγνώσθη οὕτως ὡς περιέχει μετὰ τὴν ἀνάγνωσιν, ἈειθάληςἈιθάλης ἀπεκρίνατο· ἀπὸ τούτων τῶν πραγμάτων ἐνωφεί λησεν μοι ἀργυρίου τάλαντα ν, ἃὡν καὶ ἐγράψατο εἴσω προθεσμίας ἀποδώσειν, καὶ ἔχω τὸ γραμματεῖον τῆς ὀφειλῆς. ὁ λογιστὴς εἶπεν· τὸ πρόσταγμα τοῦ κυρίου μου τοῦ διασημοτάτου ἐπάρχου τῆς Αἰγύπτου Φλαουίου Μάγνου ἐπὶ πέρας ἢχθη· τὸ γὰρ γραμματεῖον τῆς μεταξὺ γενομένης διαλύσεως διελέγχει πεπεῖσθαιπεπῖσθαι ἀμφότερα τὰ μέρη. ὅθεν ἀναχωρήσετεἀναχωρήσειτε ἐπὶεπι τοῖς γενομένοις ὑφʼ ὑμῶν συμφώνοις. περὶ δέ γε οὗ φησιν ὁ ἈειθάληςἸθάλης γραμματείου τοῦ χρέους τῶν ταλάντων ν, κατὰ καιρὸν μετελεύσεται τὸν χρεώστην περὶ τῆς ἐνκειμένης ὀφειλῆς.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.