no image
DDbDP-text
Memorandum for a Day-book via HGV-meta
Linked by Trismegistos ID
TM 15403.
Each record below describes this same ancient text from a different angle.
κα ἔτους Θὼτ β. εἰς ἐφημερίδα Ἰουλίων Θέωνος καὶ Θέωνος σημειώσιμονσημιώσιμον Ματρέου. ἐκ τῆς ἀγορασθείσης τῷ κ ἔτει πίσσης ξηρᾶς παρεδόθη Πατᾷ προστάτῃ κάτω οὐσίας εἰς πίσσωσιν τῶν παρʼ αὐτῷ οἰνη γῶν κούφων ὁλκῆς τάλαντα κδ, τοῦ ταλάντου ἔχον τος μνᾶς ξ, καὶ τῆς μνᾶς ἐχούσης στατῆρας μ. ἐπεὶ οὖν ὁ Πατᾶς ἐδήλωσε κατεσκευάσ θαι παρʼ αὐτῷ ἕως Μεσορὴ ιγ κοῦφα ἀριθμῷ Ζρξε, εἰς ἃ παραδέχεται, ὡς τῶν χιλίωνχειλίων πίσσης ταλάντων γ, τάλαντα κα καὶ μναῖ κζ, ὡς λοιπογρα φεῖσθαι παρʼ αὐτῷ τάλαντα β μναῖ λγ, μόνα δὲ ἐκ τῆς γενομένης ζυγοστασίας τῇ α τοῦ Μεσορὴ εὑρέθη τάλαντον α μναῖ λη, ὡς ζητεῖσ θαι μνᾶς νε, τιμὴτειμὴ ἐκτεθήσεται τῶν νε ὅσου τῷ αὐτῷ κ ἔτει ἠγοράσθη. ημι ἐφημερίδ τῆς ἐλασσώσεως πίσσης μν νε.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.