no image
DDbDP-text
Petition to a Strategus via HGV-meta
Linked by Trismegistos ID
TM 24921.
Each record below describes this same ancient text from a different angle.
Κλαυδίῳ Ἀσκληπε στρατηγῷ παρὰ Θερμουθίου τῆς Πλουτάρχου τῶν ἀπʼ Ὀξυρύγχων πόλεως. θεραπαινίδιόν μου οἰκογενές, οὗ ἔστιν ὄνομα Πεῖνα, ἠγάπη σα καὶ ἐτημέλησα ὡς θυγάτριον ἐπʼ ἐλπίδι τοῦ ἡλικίας γενόμε νον ἔχειν με γηροβοσκόν, γυναῖκα ἀβοήθητον οὖσαν καὶ μόνην. τοῦτο δὲ διάγονδιάγων τὴν πόλιν τῇ ιθ τοῦ διελθόν τος μηνὸς πρὸς μάθησιν ᾠδήσεώς τε καὶ ἄλλων, παι δαγωγούσης αὐτὴν Εὐχαρίου τινὸς ἀπελευθέρας Λογγείνου, ἥτις ὑπὸ τὴν ὥραν τῆς ἐκ τῆς οἰκίας μου ἀφίξεωςἀφείξεως εἰσεκόμισεν τὴν Πεῖναν ἔχουσαν δεδεμένην τὴν δεξιὰν χεῖρα, καὶ πυθομένῃ παρʼ αὐτῆς τὸ αἴτιον ἀπήγ γειλέν μοι ὑπό τινος παιδαρίου Πολυδεύκους ἀκολουθοῦντος ὄνῳ καταβεβλῆσθαι ταύτην, ὡς ἐκ τούτου ὅλην αὐτῆς τὴν χεῖρα συντετρῖφθαισυντετρεῖφθαι καὶ τὰ πλεῖστα μέρη λελω βῆσθαι, τὰ δʼ ἄλλα ἀχανῆ εἶναι. καὶ τότε μὴ ἔχουσα τὸν προ ιστανόμενον τῆς στρατηγίας οὐ κατεχώρισα ἀναφόριον περὶ τούτου, οἰομένη παροδικὸν εἶναι τὸ ἕλκος, ἀνίατον δὲ ὂν καὶ μὴ φέρουσα τὴν περὶ τῆς θεραπαίνης ὀδύνην, τῷ αὐτὴν μὲν κινδυνεύειν τῷ ζῆν, ἐμὲ δὲ δυσθυμίᾳ τοῦ ζῆν περιεχομένην ὅπερ ἐκακ τῶν φανερῶν καὶ σὺ ἐποψόμενος ἀγανακτήσεις ἀναγκαίως οὖν καταπεφευγυῖα ἐπὶ σὲ τὸν ἀντιλήμπτορα ἀξιῶἀξιῶι βοη θῆναι καὶ τυχεῖν τῆς ἀπὸ σοῦSpotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.