no image
DDbDP-text
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς τοῖς ὑπογεγραμμένοις καταμη νίοις καὶ ἄλλοις εἰς λόγον ὀψωνίων τοῦ ὄντος μηνὸς Παχὼν Παμοῦνι ὀνηλάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Ἀγάθῳ ἑτέρῳ ὁμοίως πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Πανεχώτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Πετρω νίῳ ζευγηλάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμια β· Φανομάι ἐποικιοφύλακι πυροῦ ἀρτάβας β· Ὀννώφρι ἑτέρῳ πυροῦ ἀρτάβας β· Διονυσίῳ ὁμοίως πυροῦ ἀρτάβας β. τὰ ἐπὶ τὸ αὐτὸ πυροῦ γενήματος ε ἔτους ἀρτάβαι ι, οἴνου γενήματος ϛ ἔτους κτήματος Μαγδώλου ἀπὸ τῶν καταλειφθέντων ὑπὸ τῶν ἐμπόρων κεράμια η ὧν τὴν συναγομένην τιμὴντειμὴν ἐπεστάλη Σαραπιάδης ὁ χειριστὴς λημ ματίσαι τοῦ μὲν πυροῦ ὡς τῆς ἀρτάβης α δραχμὰς ιϛ, τοῦ δὲ οἴνου ὡς τοῦ κεραμίου α δραχμὰς ιβ. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δέκα δυο καὶ οἴνου κεράμια ὀκτώ, γίνονται πυροῦ ἀρτάβαι ι. κεράμια η. ἔτους ζ Παχὼν λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.