no image
DDbDP-text
Νεμεσιανὸς Σεουήρῳ χαίρειν. δὸς τοῖς ὑπογεγραμμένοις ὑπὲρ συντάξεως τοῦ ὄντος μηνὸς Παχὼν Δωρᾷ παιδαρίῳ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Θρεπτῷ ἑτέρῳ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Νεφερῷ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Ἑρμερῶτι πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Νεικήτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Τυχάνῳ ἀπαιτητῇ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α, καὶ ὑπὲρ πανηγύρεως Παχὼν τὸ ἐξ ἔ θους αὐτῷ διδόμενον κεράμιον α· Ψεναμούνι ἀμπελουργῶν ἐπιστάτῃ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Ἀπίωνι προ νοητῇ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Ἀμμωνίῳ ὁμοίως πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· Σιλβανῷ πυροῦ ἀρτάβην α, οἴνου κεράμιον α· σεαυτῷ καὶ βοηθῷ σου πυροῦ ἀρτάβας β, οἴνου κεράμια γ, ὄξους κεράμιον α, καὶ ὑπὲρ πανηγύρεως Παχὼν κατὰ συνήθειαν κεράμιον α· τὰ ἐπὶ τὸ αὐτὸ πυροῦ γενήματος ε ἔτους ἀρτάβας ιβ, οἴνου γενήματος ϛ ἔτους ἀπὸ τῶν καταλειφθέντων ὑπὸ τῶν ἐμπόρων κτήματος Μαγδώλου κεράμια ιε, ὄξους κεράμιον α. ἔρρωσο καὶ δὸς τὰς τοῦ πυροῦ ἀρτάβας δεκαδύο καὶ οἴνου κεράμια δεκαπέν τε καὶ ὄξους κεράμιον ἕν, γίνονται πυροῦ ἀρτάβαι ιβ, κεράμια ιε, ὄξους α. ἔτους ζ Παχὼν λ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.