no image
DDbDP-text
Application for the Ephebate via HGV-meta
Linked by Trismegistos ID
TM 15625.
Each record below describes this same ancient text from a different angle.
Τιβερίῳ Κλαυδίωι Ποτάμωνι ἱερεῖ ὑπομνηματογράφωι καὶ ἐξηγητῆι γενομένωι ἀρχιδικαστῆι καὶ στρατηγῷ τῆς πόλεως καὶ τοῖς Καισαρείοις καὶ τοῖς ἄλλοις πρυτάνεσι παρὰ Ἡρακλείδου τοῦ Ἡρακλείδου Ἀλθαιέως τῶν τὸ δωδέκατον ἔτος Τιβερίου Καίσαρος Σεβαστοῦ ἐφηβευκότων. ὁ γεγονώς μοι ἐκ Ποσει δωνίας τῆς ολλου ἀστῆς υἱὸς Θέων ἐκάρη τὸν μαλλὸν κατὰ τιμὴν τῆς πόλεως τῇ πεντεκαιδεκάτῃ τοῦ Τῦβι τοῦ ἐνεστῶτος ἔτους ἐν τῷ μεγάλῳ Σεραπιδείωι παρόντος τοῦ ἱερέως καὶ ὑπο μνηματογράφου καὶ ἐξηγητοῦ. ἀκολούθως δὲ τοῖς γεγονόσι ὑπο μνηματισμοῖς σουου καὶ βουλόμενος τὰ τῆς εἰσκρίσεως ἐπιτελεῖν εἰς τοὺς τὸ ἐνεστὸς τέταρτον ἔτος Νέρωνος Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος ἐφήβους ἀξιῶ συντάξαι τῷ τε κοσμητῆι καὶ τῷ γυμνασιάρχωι τοῖς οὖσι προσδέξασθαι αὐτὸν εἰς τοὺς τὸ αὐτὸ ἔτος ἐφήβους καὶ ἐπισκεψαμεν τοὺς προκειμένους ὑπομνηματισμοὺς εἰπεῖν τοῖς ὑπογράψαι μοι τοὺς πρὸς τὴν εἴσκρισιν καὶ ἐφηβείαν αὐτοῦ χρη ματισμοὺς, ἐπικριθέντος αὐτοῦ ὑπὸ τοῦ τοῦτο τὸ ὑπόμνημα ἐπιστέλλοντος ἀναγνώστου, μὴ παραποδίσασι παρʼ ὅσον οὐ παρεστάθη ἐπὶ τῶν ἀχθεισῶν παραστάσεων οὐδʼ ἐστὶν ἐν ταῖς τῶν μελλάκων γραφαῖς μηδὲ παρʼ ὅσον ἐνλείπει τινὰς χρόνους ἐκ τοῦ ου τοῦ ανωνος τῶν ἐκ απωνφης τέταγμαι αὐτοῦ ἀπαρχη αυτουκοσμείου τοῦ καὶ Ἀλθαιέως, ἵνʼ ὦ πεφιλανθρωπημένος.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.