no image
DDbDP-text
Order for Lien on Property via HGV-meta
Linked by Trismegistos ID
TM 15951.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Θεμιστοκλῆς ὁ καὶ Διοσκουρίδης γενόμενος ὑπομνηματογράφος γυμνασίαρχος βουλευτὴς πρυτανεύσας ἔναρχος πρύτανις τῆς Ὀξυρυγχιτῶν πόλεως Αὐρηλίοις καὶ βιβλιοφύλαξιν ἐγκτήσεων τῆς αὐτῆς πόλεως τοῖς φιλτάτοις χαίρειν. Αὐρηλίου Διονυσίου Πλουτάρχου χειροτονηθέντος σήμε ρον εἰς ἀρχιερωσύνης ἀρχὴν ὑπὸ Αὐρλίων Θωνίου καὶ Ἀμμωνίου ἀμφοτέρων ἀρχόντων βουλευτῶν τῆς αὐτῆς πόλεως, ἐπιστέλ λω ὑμῖν, φίλτατοι, ἵνα τὴν δέουσαν κατοχὴν τοῦ ὀνόματος αὐτοῦ ποιήσησθε ἕως ἂν πάντα τὰ τῇ ἀρχῇ διαφέροντα ἀποπληρωθῇ. ἔτους ιζ καὶ ιϛ τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ Σεβαστῶν καὶ ἔτουςθτῶν κυρίων ἡμῶν Κωνσταντίου καὶ Μαξιμιανοῦ ἐπιφανεστάτων Καισάρων, Θὼθ ιδ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.