no image
DDbDP-text
Receipt for Entrance - fees via HGV-meta
Linked by Trismegistos ID
TM 15939.
Each record below describes this same ancient text from a different angle.
Αὐρήλιος Ἡρακλείδης Δωρίωνος ἀγορανομ βουλευτὴς ταμίας βουλευτικῶν χρημάτων τῆς Ὀξυ ρυγχιτῶν πόλεως κληρονόμοις Αντωνίου Πρίσκου ἀγορανομήσαντος γενομένου βουλευτοῦ χαίρειν. διεγράψατέ μοι τῇ ἐνεστώσῃ ἡμέρᾳ εἰς τόκον ὧν ὀφείλει ὁλ προτεταγμένος Ἀντώνιος Πρίσκος βουλευτικῶν εἰσιτηρίωνἰσιτηρίων δραχμὰς διακοσίας, γίνονται δραχμαὶ σ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι α. Αὐρήλιος Ἡρακλείδης ἔσχον τὰς τοῦ τόκου δραχμὰς διακοσίας γίνονται δραχμαὶ σ. καὶ τῆ τοῦ Φαμενὼθ μηνὸς τοῦ αὐτοῦ ιβ ἔτους Φα διεγράψατε εἰς λόγον τόκου βουλευτικῶν εἰσιτηρίων ἄλλας δραχμὰς ἑκατὸν γίνονται δραχμαὶ ρ. ἔτους ιβ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Φαμενὼθ . Αὐρήλιος Ἡρακλεί δης ἔσχον τὰς τοῦ τόκου δραχμὰς ἑκατὸν γίνονται δραχμαὶ ρ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.