no image
DDbDP-text
Receipt for Tax on Sales via HGV-meta
Linked by Trismegistos ID
TM 21787.
Each record below describes this same ancient text from a different angle.
ἔτους δευτέρου Αὐτοκράτορος Καίσαρος Γαΐου Μεσσίου Κυίντου Τραϊανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Κυίντου Ἑρεννίου Ἐτρούσκου Μεσσίου Δεκίου καὶ Γαΐου Οὐάλεντος Ὁστιλιανοῦ Μεσσίου Κυίντου τῶν σεβασμιωτάτων Καισάρων Σεβαστῶν Χοίακ ιθ. διέγραψεν Αὐρηλίῳ Ἀπολλωνίῳ καὶ τῷ σὺν αὐτῷ ἀμφοτέροις βουλευταῖς τῆς Ὀξυρυγχιτῶν πόλεως δημοσίοιςδημοσίων τραπεζίταις εἰς λόγον τοῦ ἐνκυκλίου Τιβέριος Κλαύδιος Διογένης υἱὸς Τιβερίου Κλαυδίου Διογένους κοσμητεύσαντος καὶ ἀγωνοθετήσαντος βουλευτοῦ τῆς Ὀξυρυγχιτῶν πόλεως ὑπὲρ τοῦ ὑπάρχοντος ἐν τῇ αὐτῇ πόλει ἐπʼ ἀμφόδου Βορρᾶ Κρηπῖδος ἡμίσους μέρους οἰκίας παλαιᾶς καὶ τῶν ταύτης χρηστηρίων πάντων ὃ θη ἀπὸ τῆς ἑαυτοῦ τροφίμου μητρὸς Αὐρηλίας Ἀμμωνίας μητρὸς Τεχωσοῦτος ἀπὸ τῆς αὐτῆς ὈξυρύγχωνὈξυρυγχιτῶν πόλεως κατʼκαθʼ ἰδιό γραφον συγγραφὴν γεγονυῖαν τῷ αὐτῷ μηνὶ Χοίακ κατὰ χάριν ἀναφαίρετονἀναφέρετον ἧς πεποίηκεν συντιμήσεως τοῦ αὐτοῦ ἡμίσους μέρους τῆς οἰκίας δραχμῶν τε πεντωβόλου ἡμιωβελίου σπονδῆς καὶ ἐνκυκλίου διαγραφὴν δραχμὰς ἑβδομήκοντα τρεῖςτρῖς ὀβολοὺςὀβολοὶ πέν τε ἡμιωβέλιονἡμιοβέλιον, γίνονται δραχμαὶ ογ πεντώβολον ἡμιωβέλιον. Αὐρήλιος Ἀπολλώνιος γυμνασιαρχήσας βουλευτὴς δημόσιος τραπεζίτης σεσημείωμαι τὰς δραχμὰς ἑβδομήκοντα τρεῖς πεντώβολον ἡμιωβέλιον, γίνονται δραχμαὶ ογ πεντώβολον ἡμιωβέλιον.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.