no image
DDbDP-text
Report of Liturgists via HGV-meta
Linked by Trismegistos ID
TM 15969.
Each record below describes this same ancient text from a different angle.
ρου Ἀνδρονείκου μοσχ ἐνεστῶτος. ἐπιζητοῦντί σοι ἐκ βιβλιδίων ἐπιδοθέντων σοι ὑπὸ Αὐρηλίου Διογένους ἀπὸ κεκοσμητευκότων τῆς Ὀξυρυγχιτῶν πόλεως διὰ Μάρκου Αὐρηλίου Κλαυδίου Πετρωνιανοῦ κατὰ ποίαν πρόφασιν ἐνθάδε ἀπεμείναμεν αἱρεθέντες ἅμα ἄλλοις ἐπὶ καταγωγῆς μόσχων κομιζομένων εἰς τὴν λαμπροτάτην Ἀλεξάνδρειαν πρὸς τὴν εὐκταιοτάτην ἀννῶναν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀντωνίνου Εὐτυχοῦς Εὐσεβοῦς Σεβαστοῦ προσφωνοῦμεν ὀμνύοντες τὴν τοῦ κυρίου ἡμῶν Αὐτοκράτορος Σεουήρου Ἀντωνίνου τύχην ἀποδεδημηκέναι ἡμᾶς ὁμοῦ τοῖς κοινωνοῖςκωνοῖς ὑπὸ τοὺς ἐφεστῶτας ἄρχοντας μέχρι τοῦ Ἡρακλεοπολίτου, ἐκεῖ δὲ δέκα μόσχων διʼ ἀσθένειαν μὴ δυνα μένων ἕπεσθαι καταλελεῖφθαι ἡμᾶς ὑπʼ αὐτῶν ἵνα ἐπανέλθωμεν εἰς τὸν οἰκεῖον νομὸν ἔστʼ ἂν τραφέντα καὶ ἐπιμελείας τυχόντα τὰ ζῷα ἀναλάβῃ ἅμα τῷ προτεταγμένῳ ἄρχοντι ἀκολούθως ᾧ πε ποίηνται συστατικῷ πρὸς αὐτὸν οἱ συναιρεθέντες αὐτῷ ἄρχοντες ὅπερ ἀπέταξεν ὧν ἐπέδωκέν σοι βιβλιδίων. ἔτους κδ Φαμενώθ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.