no image
DDbDP-text
Letter of Harpalus to Heras via HGV-meta
Linked by Trismegistos ID
TM 26863.
Each record below describes this same ancient text from a different angle.
Ἅρπαλος Ἡρᾶτι τῶι ἀδελφῷ χαίρειν. ἔγραψα διὰ Ἡρακλείδου τα τῆς οἰκονομίας σου· συνέδησα ἐπιστολήν μου καὶ ἄλλην τοῦ ἐν θάδε νομικοῦ πρὸς τὸν παρὰ σοὶ νομικόν. ἐκομισάμην παρὰ Ἀμ μωνίου τὰ πεμφθέντα μοι. ἔπεμ ψα δέ σοι διʼ αὐτοῦ κνίδιν γάρου χρηστοῦ, λαβόντοςλαβων παρʼ ἐμοῦ εἰς λόγον ναύλου καὶ φορέτρου δραχμὰς ϛ. τὸ ἐπιστόλιον τὸ τῆς ἐπιθήκης τὸ διαπεμφθέν σοι ἀπʼ Ἀ λεξανδρείας διὰ ἀσφαλοῦς μοι πέμψον. ἐκομισάμην παρὰ Ἡρακλείδου σπάθι ονσπάτιον οἴνου. καὶ μὴ βαροῦ. οὗτινος γὰρ ἐὰν χρείαν σχῶ, γράψω σοι. ἐγράφη μοι ἀπὸ Ὀάσεως ὑπὸ Λεωνίδου ὡς τοῦ φίλου μεταβαλόντος αὐτῷ τὴν τιμὴν τῶν δερμά των. ἐξέτασον παρὰ σοὶ πόσον αὐτῷ με τεβάλετο εἰς τὸν λόγον μου. καὶ ἐρεῖς Πατρ τι ὅτι Ἡρακλείδης οὐδέν μοι ὀφείλειὀφείλι ἀπὸ λόγου τῆς μεγάλης Ὀάσεως καὶ οὐκ ἐχρῆν τὸν κάμηλον κατασχεῖν. ἐγὼ γὰρ μιμούμενοςμειμούμενος ἐμαυτὸνἐματὸν μέχρι τούτου οὐδὲν ἔπραξα, καὶ μέχρι τούτου ἤτω. τὰς γὰρ δραχμὰς Α, ἃς μετεβάλετο ὁ Ἡ ρακλείδης τοῖς αὑτοῦ ἐν τῇ μεγάλῃ Ὀάσι, ταύτας ἔσχεν ἐν τῷ Ὀξυρυγχείτῃ καὶ ἐμοὶκἀμοὶ μετεβάλετο ἐν τῷ αὐτῷ Ὀξυ ρυγχείτῃ ὀφειλομένας μοι ὑπʼ αὐτοῦ. εἰκῇ οὖν κατεῖχον τὸν κάμηλον. πάντα μεταδώσεις αὐτῷ. περὶ ὧν βού λει, ἀνόκνως μοι γράφε. ἐρρῶσθαί σε εὔχομαι Ἡρᾶτι παρὰ ἉρπάλουἉρπάλου τοῦ ἀδελφοῦ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.