no image
DDbDP-text
Letter of Recommendation via HGV-meta
Linked by Trismegistos ID
TM 20444.
Each record below describes this same ancient text from a different angle.
Θέων Ἡρακλείδηι τῶι ἀδελφῶι πλεῖστα χαίρειν καὶ ὑγιαίνειν. Ἑρμόφιλος ὁ ἀποδιδούς σοι τὴν ἐπιστολήν ἐστι κμφηρι ερίου, καὶ ἠρώτησέν με γράψαι σοι. προφέρεται ἔχειν πραγμάτιον ἐν τῆι Κερκεμούνι. τοῦτο οὖν ἐάν σοι φαίνηται σπουδάσεις κατὰ τὸ δίκαιον. τὰ δʼ ἄλλα σεαυτοῦ ἐπιμέλου ἵνʼ ὑγιαίνῃς. ἔρρωσο. ἔτους γ Τιβερίου Καίσαρος Σεβαστοῦ Φαῶφι γ. Ἡρακλείδηι βασιλικῷ γραμματεῖ Ὀξυρυγχίτου Κυνοπολίτου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.