no image
DDbDP-text
Letter to Horion via HGV-meta
Linked by Trismegistos ID
TM 31808.
Each record below describes this same ancient text from a different angle.
Α υλος Ὡρείωνι τῶι τιμιωτάτωι χαίρειν. ἐγὼ μὲν ἐχόμενος τῆς εἰς σὲ ἀεὶ στοργῆς πολλάκις σοι ἐπέστειλα, σὺ δὲ οὐδʼ ἅπαξ κατ ηξίωσάς με γραμμάτων. οὐ μόνον, ἀλλὰ καὶ τὰ διὰ Ἡρακλείδου καὶ Σακαννάρου πεμ φθέντα ὡς μετέδωκάν μοι, οὐδὲ καὶ ὣς ἔσχον. εὖ οὖν ποιήσεις, ἄδελφε, ἐπιστείλαςτπεστειλας μοι περί τε τῆς σωτηρίας σου καὶ τῶν σῶν πάντων, καὶ ὧν ἕνεκα ἐνχρῇζεις, καὶ τίνα τρόπον διάγεις, καὶ περὶ τῆς πράξεως, ἵνʼ ἡσθῶ· ἡ γὰρ εὐπραγία σου κοινή ἐστιν εὐτυχία. ἀσπάζομαι τὸν πατέρα Ἰσχυρίωνα καὶ τὰ ἀβάσκαντα τεκνία καὶ τὴν ἀγαθήν σου ἀδελφὴν καὶ Θέωνα καὶ ΠατερμούθιονΠατερμουθον καὶ τοὺς φίλους ἡμῶν κατʼ ὄνομα. ἐρρῶσθαι καὶ ὁλοκληρεῖν σε εὐδοξοῦντα καὶ εὐτυ χοῦντα καὶ εὐπραγοῦντα θεοῖς πᾶσι εὔχομαι. Ὡρείωνι φίλῳ παρὰ Α ύλου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.