no image
DDbDP-text
Appointment of a Representative via HGV-meta
Linked by Trismegistos ID
TM 20426.
Each record below describes this same ancient text from a different angle.
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ἐν Ὀξυρύγ χων πόλει τῆς Θηβαίδος. ὁμο λογεῖ Ἀπολλώνιος Ἀπολλωνίου τοῦ Διογένους μητρὸς Τανεχω ταρίου τῆς καὶ Εὐτέρπης Διογέ νους ἀπʼ Ὀξυρύγχων πόλεως ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀγυιᾷ, οὐ δυνάμενος διʼ ἀσθένειαν πλεῦσαι ἐπὶ τὸν τοῦ νομοῦ διαλογισμόν, αὐτόθεν συν εστακέναι τὸν τὸν ὑπὲρ αὐτοῦ λόγον ποιησό μενον περὶ τῶν πρὸς αὐτὸν ζητηθησομένων ἐπί τε τοῦ κρατίστου ἡγεμόνος Πετρωνίου Μαμερτείνου καὶ τοῦ ἐπιστρατή γου Γελλίου Βάσσου ἢ καὶ ἐφʼ ἑτέ ρων κριτῶν καὶ πάντα ἐπιτελέ σοντα περὶ τῶν κατὰ τὴν σύστασιν, εὐδοκεῖ γὰρ ἐπὶ τούτοις. κυρία ἡ ὁμολογία.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.