no image
DDbDP-text
Πώλησις ὄνου via HGV-meta
Linked by Trismegistos ID
TM 10132.
Each record below describes this same ancient text from a different angle.
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτο ρος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Νέου Σεβαστοῦ Ἁθὺρ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Διόσκορος Πασίωνος τοῦ Πασίωνος μητρὸς Θαήσεως Θάησιν ἀπὸ ἀμφόδου Συριακῆς ὡς ἐτῶν κ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς Λουκίῳ Οὐ εσπασιανῷ Γεμέλλῳ οὐετρανῷοὐατρανῷ ὡς ἐτῶν κ οὐλὴ ἀντικνημίοις ἀμφοτέροις, πεπρακέναι αὐτῷ τὸν ὁμολο γοῦντα ὄνον πῶλον ἄβολον λευκόν, τοῦτον τοιοῦτον ἀνα πόρριφον καὶ ἀπέχειν τὸν ὁμολο γοῦντα παρὰ τοῦ Λουκίου τὴν συμ πεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴ κου χαλκοῦ δραχμὰς διακοσίας φ καὶ βεβαιώσει πά σῃ βεβαιώσει αὐτῷ ὁ ὁμολογῶν ἀπὸ παντὸς τοῦ ἐπιλημψομένου. ὑπογραφεὺς Διόσκορος Πασίωνος ὁμολογῶ πεπρακέναι τῷ Γε μέλλῳ τὸν προκείμενον ὄνον καθὼς πρόκειται. Ἀκοῦς γέγραφα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.