no image
DDbDP-text
Petition to a Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 16551.
Each record below describes this same ancient text from a different angle.
Τίτωι ΤαίωιΤα Σάγκτωι ἐπάρχῳ Αἰγύπτου παρὰ Διονυσίου Ἀμυντιανοῦ ἀπολυθέν τος ἐξ ἱππέων ἴληςεἴλης Ἀπριανῆς. ἐξ ἐν κελεύσεως Πακτουμηίου Μάγνου τοῦ ἡγεμονεύσαντος καὶ τοῦ κρατίστου στρα τοπεδάρχου Κομινίου Ἀττικοῦ παρε κόμισα ἐνθάδε ἀπὸ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ διαπομπῆς τοῦ στρατηγοῦ εἰς χρείας λεγεῶνος δευτέρας Τραιανῆς Ἰσχυρᾶς λώδικας ἀριθμῷ ἑπτακοσίας ἑβδομήκοντα πέντε . ἐπεὶ οὖν ἤδη τεσσαράκοντα ἡμέ ρας καὶ πρὸς ἐνθάδε παρακατεσχέ θην καὶ οὐδέπω ἡ παράλημψις αὐτῶν ἐγένετο ὡς καὶ λειφθῆναί με καὶ τοὺς σὺν ἐμοὶ ταῖς τροφαῖς, ἀξιῶ σε, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι ὅταν δοκιμάσῃς παραλαβεῖν ταύ τας πρὸς τὸ δύνασθαι καὶ ἐμὲκἀμὲ, τοῦ καιροῦ τῆς κατασπορᾶς ἐνστάντος, εἰς τὴν ἰδίαν ἀποχωρῆσαι ἵνʼ ὦ εὐ εργετημένος. διευτύχειδιευτύχι. Διονύσιος Ἀμυντιανὸς ἐπιδέδωκα.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.