no image
DDbDP-text
Petition to a Prefect via HGV-meta
Linked by Trismegistos ID
TM 16586.
Each record below describes this same ancient text from a different angle.
Ἀριστίωι Ὀπτάτῳ τῷ διασημοτάτωι ἐπάρχῳ τῆς Αἰγύπτου παρὰ Αὐρηλίας Διδύμης θυγατρὸς Διδύμου ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχειτῶν πόλεως· τὸ ὑπὸ ξένων ἀδικεῖσθαιἀδικῖσθαι χαλεπόν, ἀλλὰ τὸ ὑπὸ καὶ συγγενῶνξυγγενῶν χαλεπώτατον. γεγόνασιν τῷ παντὶ πάππῳ τῷ κατὰ μη τέρα Διοσκόρῳ παῖδες τρεῖςτρῖς , Θέων καὶ Διόσκορος καὶ Πλουτάρχη ἡ ἐμὴ μήτηρ, ἐ φʼ οἷς κληρονόμοις τὸν βίον μετήλλαξεν· ἀλλὰ χρόνου μεταξὺμετοξὺ γενομένου τὸ χρε ῶν ἀποδέδωκεν ἡ ἐμὴ μήτηρ, ἐμοῦ καταδεοῦς τὴν ἡλικίαν καὶ ἐν ὀρφανίᾳ καθεστώσης· ἄμεινον δὲ ἐπίστασαιἐπίστασε, ἡγεμὼν δέσποτα, ὅτι τὸ γυναικεῖον γένος εὐκαταφρόνητον πέφυκεν διὰ τὸ περὶ ἡμᾶς τῆς φύσεως ἀσθενές· πάντα γὰρ τὰ καταλειφθέντα ἑαυτοῖς ἀπὸ τῆς προσπεσούσης κληρονομίας ἑνὸς ὄντος οἴκου καὶ μιᾶς συγγενείαςξυνγενείας, ἐπʼ αὐτῆς τῆς οἰκίας ἦν ἐν ᾗ ἐκεῖ σεἐκεῖσαι συνδίαιτοισυνδίετοι ἦσαν — λέγω δὴ ἀνδραπόδωνἀνδροπόδων καὶ οἰκοπέδων καὶ ἐνδομενίας καὶ κινουμένωνκεινουμένων ἀδιαιρέτωνἀδειαιρέτων ὄντων· ἀλλʼ ἐν τῷ μεταξὺ ἐπὶἐπεὶ περιγραφῇ ἐ μῇ οἰ ἀδελφοὶ τῆς μητρός μου οἱ ὁμομήτριοι συνδυάζοντες ἀλλήλοις κενῇ καὶ ματαίᾳ ἀνοίᾳ τὰ λοιπὰ ὡς ἐβουλήθησαν ἐπεκράτησαν ἕκα στος ὧν καὶ ἐβούλετο σωμάτων καὶ τῶν ἄλλων πάντων ἐμὲ παρʼ οὐδὲν ἡγού μενοι ἀλλʼ ὡς ἔστιν εἰπεῖν καὶ ἀπωθούμενοι τῆς κληρονομίας τῆς ἐπιβαλ λούσης μοι τοῦ τρίτου μέρους· νῦν γοῦν ἀνασφήλασα, τῆς σῆς ἐπαγρύπνου τύχης συναραμένης, ἀρχομένη τε ἐμαυτὴν γνωρίζεινγνωρίζιν οὐδενὶ ἐπανελθεῖν ἤ σοι τῷ ἐμῷ καὶ πάντων εὐεργέτῃ καὶ κηδεμόνι ἔσπευσα δεηθῆναί σου ὅπως νο ήσας με στερουμένην κελεύσῃς ὁπότε ἄν σοι δοκῇ ἐπαναγκασθῆναι τοὺς πρὸς μητρός μου θείους τὰ ἐπιβάλλοντά μοι μέρη ἀπὸ διαδοχῆς τῆς μητρὸς εἰς ἐμὲ καταντήσαντακαταντησασα ἀποκατάστησαίἀποκατάστησέ μοι μετὰ καὶ τῶν ἐκ τότε μέχριμέχρει νῦν διαφό ρων τῶν ἀνδραπόδων καὶ ἐνοικίων καὶ τῶν λοιπῶν πάντων καὶ ἐκ σῆςἐξῆς πίστε ως καὶ καλοκαγαθίαςκαλοκαιαγαθείας τὰ μητρῷα ἀπολαβοῦσα διὰ παντὸς τῇ τύχῃ σου χάριτας ὁμολογήσω· διευτύχει· Αὐρηλία Διδύμη διεπεμψάμην πρὸς ἐπίδοσινἐπείδοσιν. Αὐρήλιος Θῶνεις ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίηςἰδυείης γράμματαγράματα. επικεφαλε·Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.